ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ
ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΕΥΑΓΓΕΛΙΣΤΡΙΑΝ ΕΝ ΠΡΟΝΟΙΑ ΝΑΥΠΛΙΟΥ
ΠΟΙΗΜΑ ἀρχιμ. Χριστοφόρου Εὐστ. Καραβία
Ὁ ἱερεὺς : Εὐλογητὸς ὁ Θεὸς …
Ὁ Ἀναγνώστης : Ἀμήν.
Ὁ ῥμβ΄ (142) Ψαλμὸς
Κύριε, εἰσάκουσον
τῆς προσευχῆς μου, ἐνώτισαι
τὴν δέησίν μου ἐν τῇ
ἀληθείᾳ σου, εἰσάκουσόν
μου ἐν τῇ δικαιοσύνῃ
σου· καὶ μὴ
εἰσέλθῃς εἰς
κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι
οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς
ζῶν. ὅτι
κατεδίωξεν ὁ ἐχθρὸς
τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς
γῆν τὴν ζωήν μου, ἐκάθισέ
με ἐν σκοτεινοῖς ὡς
νεκροὺς αἰῶνος· καὶ
ἠκηδίασεν ἐπ' ἐμὲ
τὸ πνεῦμά μου, ἐν
ἐμοὶ ἐταράχθη
ἡ καρδία μου. ἐμνήσθην
ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι
τοῖς ἔργοις σου, ἐν
ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρὸς σὲ
τὰς χεῖράς μου, ἡ
ψυχή μου ὡς γῆ ἄνυδρός
σοι.ταχὺ εἰσάκουσόν μου, Κύριε,
ἐξέλιπε τὸ πνεῦμά
μου· μὴ ἀποστρέψῃς
τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ,
καὶ ὁμοιωθήσομαι τοῖς
καταβαίνουσιν εἰς λάκκον. ἀκουστὸν
ποίησόν μοι τὸ πρωῒ τὸ
ἔλεός σου, ὅτι ἐπὶ
σοὶ ἤλπισα· γνώρισόν μοι,Κύριε,
ὁδόν, ἐν ᾗ
πορεύσομαι, ὅτι πρὸς σὲ
ἦρα τὴν ψυχήν
μου· ἐξελοῦ
με ἐκ τῶν ἐχθρῶν
μου, Κύριε, ὅτι πρὸς σὲ
κατέφυγον. δίδαξόν με τοῦ
ποιεῖν τὸ θέλημά σου, ὅτι
σὺ εἶ ὁ
Θεός μου· τὸ πνεῦμά σου τὸ
ἀγαθὸν ὁδηγήσει
με ἐν γῇ εὐθείᾳ. ἕνεκεν τοῦ
ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν
τῇ δικαιοσύνῃ σου ἐξάξεις
ἐκ θλίψεως τὴν ψυχήν
μου· καὶ ἐν
τῷ ἐλέει σου ἐξολεθρεύσεις
τοὺς ἐχθρούς μου καὶ
ἀπολεῖς πάντας τοὺς
θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ
δοῦλός σού εἰμι.
Εὐθὺς ψάλλομεν.
Ἦχος δ΄
Θεός Κύριος, καί
ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί
ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν,
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ,
καί τῷ ὀνόματι Κυρίου ἤμυναμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν,
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί
ἐστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν,
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ Λυτρωτοῦ ὡς οὖσα μήτηρ, Παρθένε,
καὶ Ἀρχαγγέλου ἀσπασμὸν ὡς δεχθεῖσα, Εὐαγγελίστρια,
θερμῶς Σέ ἱκετεύομεν, πάντας τοὺς προστρέχοντας ἐν τῷ θείῳ Ναῷ σου, ἐκ Ναυπλίου,
Ἄργους τε καὶ ἐκ τῶν περιχώρων, σῷζε πρεσβείαις σου, μόνη Ἁγνή· ἵνα τὸν Κτίστην
τῶν ὅλων δοξάζωμεν.
Δόξα Πατρὶ
. Ἦχος δ'
Σήμερον τῆς σωτηρίας ἡμῶν τό Κεφάλαιον, καί τοῦ ἀπ᾽ αἰῶνος Μυστηρίου ἡ φανέρωσις· ὁ Υἱός τοῦ Θεοῦ, Υἱός τῆς Παρθένου γίνεται, καί Γαβριήλ τὴν χάριν εὐαγγελίζεται. Διό καὶ ἡμεῖς σὺν αὐτῷ τῇ Θεοτόκῳ βοήσωμεν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
Kαὶ νῦν . Θεοτοκίον
Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Οὐ σιωπήσωμεν
ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο
πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων, τίς δὲ
διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους
σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ἀναγνώστης
Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με ὁ Θεὸς
κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ
ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου
καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ
ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν
σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί
σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν
ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ
τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι
πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην
ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν
ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς
καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ
τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου
σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς
ἐπὶ σὲ ἐπιστρέψουσιν.
Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς
σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ
στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν
ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄
καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν
Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης
ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου
μόσχους, καὶ ἐλέησόν με ὁ Θεός.
Εἴτα ψάλλομεν τὸν Κανόνα, οὗ ἡ ἀκροστοιχίς· ΣΚΕΠΕ
ΔΕΣΠΟΙΝΑ ΝΑΥΠΛΙΟΥ ΠΟΛΙΝ. ΧΡΙΣΤΟΦΟΡΟΥ.
Ὠδὴ α΄ Ἦχος πλ. δ΄. Ὁ Εἱρμός
«Ὑγρὰν
διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν Αἰγυπτίαν, μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα·
τῷ λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν».
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Σωθεὶς ἐκ
σκανδάλων βιοτικῶν, Σέ Μῆτερ τοῦ Λόγου ἐπαξίως ὑμνολογῶ· ἀνάξιον ὄντα φώτισόν με, σῶν μεγαλείων πληθὺν
διηγήσασθαι.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Καλῶν Συ τὸ πλήρωμα,
Μαριάμ, καὶ πάσης ἐν κόσμῳ ἀγαθότητος κορωνίς, διὸ τὴν φωνήν τοῦ Ἀρχαγγέλου, Εὐαγγελίστρια, δίδου τοῖς δούλοις Σου.
Δόξα Πατρί.
Ἐν Σοι ὁ τῶν ὅλων
Δημιουργὸς σκηνώσας, τὸ γένος ἀνεμόρφωσε τῶν βροτῶν. Ἀσπόρου συλλήψεως δοχεῖον,
τῆς μετανοίας τὴν πύλην μοι ἄνοιξον.
Καὶ νῦν.
Προνοίας ταμεῖον
τοῦ Ποιητοῦ καὶ τῆς σωτηρίας τῶν ἀνθρώπων ἡ ὑπουργὸς ὑπάρχουσα, Πάνσεμνε
Παρθένε, τοὺς τῆς Προνοίας κατοίκους περίσῳζε.
Ὠδὴ γ΄. Ὁ Εἱρμός.
«Οὐρανίας
ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ μὲ στερέωσον, ἐν τῇ ἀγάπῃ
τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε».
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ἐν τῷ θείῳ Ναῷ
σου πάντες πιστοὶ σπεύδομεν, οἱ τὴν Ἀργολίδα οἰκοῦντες καὶ Πελοπόννησον,
Θεοχαρίτωτε, τῶν περιστάσεων ὄρη λείανον καὶ πλήρωσον ἡμῶν αἰτήματα.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Δωρεάς Σου
λαβόντες καὶ λυπηρῶν ἔκβασιν,
ἃ
Σύ ἐχορήγησας, Δέσποινα, εἰς τοὺς δούλους Σου, εὐχαριστοῦμέν Σοι καὶ εὐγνωμόνῳ
καρδίᾳ τῷ Κυρίῳ χαίροντες δόξαν προσάγομεν.
Δόξα Πατρί.
Ἐν δειναῖς
ἁμαρτίαις καὶ νοσηροῖς πάθεσι περιπεπτωκότες οἱ δοῦλοι Σου, εἰς ἀπόγνωσιν
κατεβυθίσθημεν, ἀλλὰ στοργῇ μητρικῇ Σου, ταῦτα πάντα σκέδασον, Εὐαγγελίστρια.
Καὶ νῦν.
Σωτηρίαν μερόπων καὶ
τῆς ζωῆς Κύριον, Ἄχραντε Παρθένε, ὡς βρέφος ἐκυοφόρησας.
Διὰ τοῦ τόκου σου,
πάντες εὑρήκαμεν, Κόρη, τὴν ὁδὸν
τὴν ἄγουσαν εἰς
τὸν Παράδεισον.
Διάσωσον, Εὐαγγελίστρια Μῆτερ, τὰ σὰ τεκνία ἐκ κινδύνων καὶ συμφορᾶς
δεινῶν περιστάσεων, καὶ φρούρησον τῇ θερμῇ Σου πρεσβείᾳ.
Ἐπίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπί τὴν ἐμὴν χαλεπὴν τοῦ
σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Εἶτα
μνημονεύει ὁ Ἱερεύς δι΄ οὕς ἡ Παράκλησις γίνεται καί ἐν συνεχείᾳ ψάλλομεν :
Κάθισμα
Ἦχος β΄ Τά ἄνω ζητῶν
Ὑμνοῦντες πιστῶς, Παρθένε, σὰ θαυμάσια
καὶ Σέ ἀρωγὸν πλουτοῦντες ἱκετεύομεν, τὸν λαόν Σου Ἄχραντε ἐκ παντοίων θλίψεων
φύλαττε καὶ τὴν εἰρήνην δίδου ταῖς ψυχαῖς, Ναυπλίου τὸ μέγα καταφύγιον.
Ὠδὴ δ΄. Ὁ Εἱρμός.
«Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον,
κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα».
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Πεπτωκότων ἡ ἔγερσις
καὶ τῶν ἀνιάτως πασχόντων ἴασις καὶ ἐμοῦ θεία ἀντίληψις Σύ ὑπάρχεις, ὦ
Εὐαγγελίστρια.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ὀχληραῖς
ἐπιθέσεσι ἐκ τῶν δαιμονίων νῦν καταβέβλημαι· ἀλλὰ τούτων, Μῆτερ Ἄνασσα, σύντριψον εἰς τέλος
τὸ γαυρίαμα.
Δόξα Πατρί.
Ἱλαρὸν φῶς ἐκπέμπεται ἐκ σῆς ἐφεστίου
Εἰκόνος, Ἄχραντε, καὶ προστρέχων ἐν τῷ Οἴκῳ σου, ἐν Ναυπλίῳ ὄντι, καταυγάζομαι.
Καὶ νῦν.
Ναζαρὲτ ἐν τῇ
πόλει νοερῶς, Παρθένε, περιπολεύομεν, Γαβριὴλ ἔνθα Σοί ἔκραξεν· Κεχαριτωμένη,
χαῖρε, Δέσποινα.
Ὠδὴ ε΄. Ὁ Εἱρμός.
«Φώτισον
ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε».
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ἅπαντες πιστοὶ τῇ
Σῇ χάριτι προσφεύγομεν, καὶ αἰνέσεως θυσίαν ταπεινῶς τῷ Υἱῷ Σου καὶ Θεῷ ἡμῶν
προσφέρομεν.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Νέων τὴν τροφόν,
ἀσθενούντων τὴν παράκλησιν καὶ πεινώντων εὐφροσύνης κορεσμόν, Σέ γινώσκομεν,
Ἁγνὴ Εὐαγγελίστρια.
Δόξα Πατρί.
Αὔραν μυστικήν,
τὰς ψυχὰς ἡμῶν δροσίζουσαν, ἐν περιβόλῳ Οἴκου Σου ἱεροῦ, τοῖς σοῖς ἱκέταις παρέχεις
ἀφθόνως, Πάνσεμνε.
Και νῦν.
Ὕμνοις καὶ ᾠδαῖς εὐχαρίστοις μακαρίσωμεν, ἣν Ἀγγέλων
ἀνυμνοῦσι στρατιαί, καὶ τὸ χαῖρε ὁμοφώνως ἀνακράξωμεν.
Ὠδὴ στ΄. Ὁ Εἱρμός.
«Τὴν δέησιν, ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις,
ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδῃ προσήγγισε καὶ δέομαι ὡς
Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε».
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Παράκλησιν, οἱ
πιστῶς ἐνοικοῦντες Ἀργολίδα, Σὲ εἰδότες, Παρθένε, ἀπὸ ἐτῶν δυσχειμέρων καὶ
πάλαι ἀλλὰ καὶ νῦν εἰς παντοίαν περίστασιν· διάσωσον τὸν σὸν λαὸν ἐκ μελλούσης
ἀνάγκης καὶ θλίψεως.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Λατρεύοντες τὴν Ἁγίαν
Τριάδα ἐν τεμένει Σου σεπτῷ, Θεοτόκε, ὡς μυστικὴν κιβωτόν Σε τιμῶμεν καὶ
σωτηρίας ἡμῶν τὸ κεφάλαιον. Ἔκτεινον χεῖράς Σου, Ἁγνή, καὶ τὴν πόλιν Ναυπλίου προστάτευσον.
Δόξα Πατρί.
Ἰάσεων τοὺς
κρουνοὺς διάνοιξον καὶ ἀφάνισον ἀνίατα πάθη, τὰ τῆς ψυχῆς καὶ τοῦ σώματος πάντα
καὶ ἐκ κρυφίων κακῶν μέ καθάρισον· καὶ δός μοι ἄγειν ταπεινῶς τὴν τοῦ βίου
ὁδόν, Ἀειπάρθενε.
Και νῦν.
Ὁλόθυμον ἀναμέλπω
δέησιν ὑπὲρ τέκνων Σου μακρὰν κατοικούντων, ναυτιλομένων καὶ ξενιτευόντων , τῶν
τὴν Σὴν Χάριν ποθούντων ἀσπάσασθαι. Ὥρμισον πάντας ἀσφαλῶς εἰς τὸν Οἶκόν Σου, Νύμφη
Πανάχραντε.
Διάσωσον, Εὐαγγελίστρια
Μῆτερ, τὰ σὰ τεκνία καὶ τοῦ Ναυπλίου τὴν πόλιν προστάτευσον προνοίᾳ σου, ἐκ
δεινῶν καὶ κινδύνων.
Ἄχραντε, ἡ διὰ
λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ'
ἐσχάτων τῶν ἡμερῶν
τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Καὶ πάλιν δέησις ὑπὸ τοῦ ἱερέως.
Κοντάκιον , ἦχος β’.
Μερίμναις ταῖς βιοτικαῖς συνεχόμενος καὶ
πελάγει τῶν ἀνομιῶν βυθιζόμενος, Σοὶ προστρέχω θερμῶς, τῇ Μητρὶ τοῦ Σωτῆρος,
δεόμενος. Ναυπλιέων ὡς προστάτις, Σεμνή, καὶ ἁπάσης Ἀργολίδος φρουρός, Μῆτερ
Εὐαγγελίστρια· πρόφθασον ἐν ἀνάγκαις καὶ
ἴασίν μοι χορήγει, ψυχικὴν καὶ σωματικήν,
ὅπως τὸ χαῖρε κραυγάζω σοι.
Καὶ εὐθὺς τὸ Προκείμενον.
Μνησθήσομαι
τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (Δὶς)
Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ
κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ
ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Τοῦ
ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ μνησθήσομαι.
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου, τὸ
Ἀνάγνωσμα.
Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις
ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν
εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τήν Ἐλισάβετ· καὶ ἐγένετο ὡς ἤκουσεν ἡ
Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ
ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ
εἶπεν·Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, καὶ
πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς με; ἰδοὺ γάρ, ὡς ἐγένετο
ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐνἀγαλλιάσει τὸ βρέφος ἐν τῇ
κοιλίᾳ μου, καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις
αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ
ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν
ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ
γενεαί ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ
Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα Πατρὶ .
Ταῖς τῆς Παναχράντου πρεσβείαις, Ἐλεῆμον,
ἐξάλειψον τὰ πλήθη τῶν
ἐμῶν ἐγκλημάτων
.
Καὶ νῦν.
Ταῖς τῆς
Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ
πλήθη τῶν ἐμῶν
ἐγκλημάτων .
Ἐλεησὸν
μὲ ὁ Θεὸς
κατὰ τὸ μέγα ἔλεός
Σου καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν
σου ἐξάλειψον τὸ ἀνόμημά
μου.
Ἦχος πλ. β΄ Ὅλην ἀποθέμενοι.
Ὅλην ἀποθέμενοι εἰς τὸν Θεὸν τὴν ἐλπίδα,
πρὸς τὴν Θεομήτορα, τὴν Χριστὸν κυήσασαν, νῦν προστρέξωμεν. Χαῖρε, Νύμφη, λέγοντες, Κεχαριτωμένη. Τὴν βουλὴν τὴν προαιώνιον Σοί ἀπεκάλυψεν ὁ τῶν
ὅλων Κύριος, Δέσποινα· καὶ σκεῦος τῆς θεότητος γέγονας καὶ πύλη οὐράνιος.
Ὡς ὑπὸ Ἀγγέλου ἐδέχθης θεῖον Εὐαγγελισμόν,
οὕτω χαρᾶς ἡμᾶς πλήρωσον τοὺς ὑμνολογοῦντάς Σε.
Ὁ ἱερεύς: Σῶσον
ὁ Θεὸς τὸν
λαόν σου…
Ὠδὴ ζ΄. Ὁ Εἱρμός.
«Οἱ ἐκ τῆς Ἰουδαίας,
καταντήσαντες Παῖδες ἐν Βαβυλῶνί ποτε, τῇ πίστει τῇ Τριάδος, τὴν φλόγα τῆς καμίνου,
κατεπάτησαν ψάλλοντες. Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἴ».
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ὑπερήφανον ὄφιν
κατεπάτησας, Κόρη Εὐαγγελίστρια. Ταπείνωσιν τελείαν, ὑπακοὴν ἁγίαν τῷ Κυρίῳ
προσέφερες· διὸ τὴν πάντων Χαρὰν παράσχου τοῖς σοῖς τέκνοις.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Περιάκουστος
πόλις τοῦ Ναυπλίου Σέ ἔχει ὡς καταφύγιον.
Ἀνύμφευτε Κυρία, τῶν Ἀρχαγγέλων δόξα, τῶν ἀπίστων ὁ ἔλεγχος·
δός μοι ὑμνεῖν εὐσεβῶς τὸν ἄσπορόν Σου τόκον.
Δόξα Πατρί.
Ὅρμος ὤφθη,
Παρθένε, γαληνὸς ὁ ναός σου ἐν περιστάσεσιν. Ἐπιδρομὰς βαρβάρων καὶ δυσσεβῶν
ἐφόδους τῇ σῇ χάριτι ἔπαυσας· φρουρὸς γὰρ εἶ τῶν πιστῶν εἰς πάντας τοὺς αἰῶνας.
Καὶ νῦν.
Λογισμῶν
τρικυμίαν καὶ ψυχῶν ἀκαρπίαν,
Παρθένε Ἄχραντε, τῇ θείᾳ
σοῦ πρεσβείᾳ, τρέψον πρὸς
τὸ συμφέρον·
καὶ τηρεῖν ἡμᾶς δίδαξον τοὺς
ὑμνητάς σου, Ἁγνή,
τὰς ἐντολὰς Κυρίου.
Ὠδὴ η΄. Ὁ Εἱρμός.
«Τὸν Βασιλέα τῶν οὐρανῶν, ὂν ὑμνούσι, στρατιαὶ τῶν Ἀγγέλων ὑμνεῖτε καὶ ὑπερυψοῦτε εἰς πάντας τους αἰῶνας».
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ἰοὺς
κακίας ἐκ καρδιῶν ἱκετῶν Σου, ἀποσόβησον, Μαρία Θεοτόκε, ἡ
Υἱὸν τεκοῦσα καὶ μείνασα Παρθένος.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Νῦν ἀναβαίνων ἐν τῷ
πανσέπτῳ Ναῷ Σου εἰς βαθμίδας ὑψοῦμαι
ἁγίας· καὶ ὁρῶν τὴν θέαν, δοξάζω Σε Παρθένε.
Δόξα Πατρί.
Χριστοῦ τοὺς
λόγους πάντας τηρεῖν, Θεοτόκε, καὶ Αὐτοῦ τὰ θελήματα πράττειν, Συ ἡμᾶς προστάσσεις
ἐν τῷ Εὐαγγελίῳ.
Καὶ νῦν .
Ῥοὰς δακρύων καὶ
τῶν γονάτων τὰς κλίσεις μὴ παρίδῃς σῶν υἱῶν καὶ θυγατέρων, τῶν ἀνευφημούντων
τὸν Εὐαγγελισμόν Σου.
Ὠδὴ θ΄. Ὁ Εἰρμός.
«Κυρίως
Θεοτόκον σὲ ὁμολογοῦμεν οἱ διὰ σοῦ σεσωσμένοι, Παρθένε ἁγνή, σὺν Ἀσωμάτοις
χορείαις σὲ μεγαλύνοντες».
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ἰάσεων ἡ κρήνη
οὖσα, Παναγία, σωματικῶν ἡμᾶς νόσων ἀπάλλαξον καὶ τὴν κατάθλιψιν παῦσον τῶν
προσκυνούντων Σε.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Σωθεὶς τῇ σῇ
πρεσβείᾳ ἐκ τῶν ἀλγηδόνων καὶ ἐκ σαρκὸς καχεξίας, Θεόνυμφε, νῦν τὴν ὑγείαν
αἰτοῦμαι εὑρεῖν τοῦ πνεύματος.
Δόξα Πατρί.
Τῆς θείας πρὸς
ἀλλήλους ἀγάπης κυψέλη ὁ σὸς ναὸς πέλει, Εὐαγγελίστρια, πᾶς Ναυπλιεὺς μαρτυρεῖ
τοῦτο πάντοτε.
Καὶ νῦν.
Ὁ κλῆρος, Θεοτόκε,
καὶ πᾶς ὁ λαός Σου εὐχαριστήριον αἶνον προσάξαντες, Εὐαγγελίστρια, κράζουσι φρούρει
Ναύπλιον.
Καὶ εὐθὺς τὸ Ἄξιόν ἐστίν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν
Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως
Θεοτόκον σὲ μεγαλύνομεν.
Μεγαλυνάρια
Φύλαττε, Παρθένε, τὸν σὸν Ναόν, δίωξον τὰ
νέφη τῶν κινδύνων καὶ πειρασμῶν, ἵνα ὁ λαός σου βοᾷ Σοι χαρμοσύνως· χαῖρε ἡμῶν τὸ
κλέος, Εὐαγγελίστρια.
Ὄντως Πλατυτέρα
τῶν οὐρανῶν καὶ τῶν Σέ ὑμνούντων Συ ὑπάρχεις ἡ βοηθός. Σκέπη τοῦ Ναυπλίου καὶ
Ἀργολίδος κλέος καὶ πάντων προστασία, Εὐαγγελίστρια.
Ῥῦσαι ἐκ λοιμοῦ
τε καὶ τοῦ σεισμοῦ, πυρός, ξηρασίας καὶ βαρβάρων ἐπιδρομῆς, ἐκ τῆς ἀπιστίας καὶ
ὑπερηφανίας λαὸν τῆς Ἀργολίδος, Εὐαγγελίστρια.
Οἱ δοῦλοί Σου,
Νύμφη τοῦ Λυτρωτοῦ, Μητέρα τοῦ πόνου, Σέ καλοῦμεν, καὶ τῆς χαρᾶς. Πάρεσο ἐν πόνοις, χαρὰν δίδου
τοῖς πᾶσι, Προστάτις τοῦ Ναυπλίου, Εὐαγγελίστρια.
Ὕμνοις
ἀνυμνήσωμεν οἱ πιστοί, Θεολόγον μέγαν
καὶ Νικόλαον τὸν σεπτόν, Κωνσταντῖνον καὶ Ἑλένην, Φανούριον τὸν θεῖον καὶ σὺν
τῷ Ἰακώβῳ, Νέον Παΐσιον.
Πᾶσαι τῶν
Ἀγγέλων αἱ στρατιαί,
Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ
ἅγιοι πάντες, μετὰ τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ
σωθῆναι ἡμάς.
Τρισάγιον.
Παναγία Τριάς. Πάτερ ἡμῶν. Ὅτι σοῦ ἐστιν.
Τροπάρια.
Ἦχος πλ. β'.
Ἐλέησον ἡμᾶς,
Κύριε, ἐλέησον ἡμᾶς,
πάσης γὰρ ἀπολογίας ἀποροῦντες,
ταύτην σοὶ τὴν ἱκεσίαν
ὡς Δεσπότῃ οἱ
ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον
ἡμᾶς.
Δόξα.
Κύριε, ἐλέησον ἡμᾶς,
ἐπὶ σοὶ
γὰρ πεποίθαμεν, μὴ ὀργισθῇς
ἡμῖν σφόδρα, μηδὲ
μνησθῇς τῶν ἀνομιῶν
ἡμῶν, ἀλλ'
ἐπίβλεψον καὶ νῦν
ὡς εὔσπλαγχνος καὶ
λύτρωσαι ἡμᾶς ἐκ
τῶν ἐχθρῶν
ἡμῶν, σῦ
γὰρ εἶ Θεὸς
ἡμῶν καὶ
ἡμεῖς λαός σου,
πάντες ἔργα χειρῶν σου καὶ
τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας
τὴν πύλην ἄνοιξον ἡμῖν,
εὐλογημένη Θεοτόκε. Ἐλπίζοντες εἰς
σέ, μὴ ἀστοχήσωμεν, ῥυσθείημεν
διὰ σοῦ τῶν
περιστάσεων, σῦ γὰρ εἶ
ἡ σωτηρία τοῦ γένους τῶν
χριστιανῶν.
Ὁ ἱερεὺς : Ἐλέησον ἡμᾶς…….Ἐπάκουσον
ἡμῶν.
Μικρὰ Ἀπόλυσις .
Πρό τοῦ Δι΄ εὐχῶν.
Ἦχος β΄ Ὅτε ἐκ τοῦ ξύλου σὲ νεκρόν.
Δεῦτε,
ἀσπασώμεθα πιστοί, θείαν τῆς Παρθένου Εἰκόνα καὶ χαριτόβρυτον, δόξαν
ἀναπέμποντες τῷ Παντεπόπτῃ Θεῷ, τῷ ἀνθρώποις
δωρήσαντι Ἁγνὴν Θεοτόκον, τὴν Εὐαγγελίστριαν
τῆς σωτηρίας ἡμῶν. Ὅθεν πρὸς Αὐτὴν ἐκβοῶμεν· Δέσποινα
καὶ Μῆτερ Κυρίου, πύλας Παραδείσου ἡμῖν ἄνοιξον.
Ἦχος
β'
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων
σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι,
Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Ὁ ἱερεὺς: Δι' εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου