ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΕΥΑΓΓΕΛΙΣΤΡΙΑΝ ΕΝ ΠΡΟΝΟΙΑ ΝΑΥΠΛΙΟΥ

Ποίημα ἀρχιμ.  Χριστοφόρου Εὐστ. Καραβία

 

ΜΑΡΤΙΟΣ 2026

 

 

ερεύς· Ελογητς Θεός.

 

ναγνώστης· μήν.

         

                             Ψαλμς μβ΄ (142).

   Κύριε, εσάκουσον τς προσευχς μου, νώτισαι τν δέησίν μου ν τ ληθεί σου, εσάκουσόν μου ν τ δικαιοσύν σου. Κα μ εσέλθς ες κρίσιν μετ το δούλου σου, τι ο δικαιωθήσεται νώπιόν σου πς ζν. Ὅτι κατεδίωξεν χθρς τν ψυχήν μου, ταπείνωσεν ες γν τν ζωήν μου. Ἐκάθισέ με ν σκοτεινος ς νεκρος αἰῶνος, κα κηδίασεν π' μ τ πνεμά μου, ν μο ταράχθη καρδία μου.  μνήσθην μερν ρχαίων, μελέτησα ν πσι τος ργοις σου, ν ποιήμασι τν χειρν σου μελέτων.  Διεπέτασα πρς σ τς χεράς μου, ψυχή μου ς γ νυδρός σοι.

 

Ταχ εσάκουσόν μου, Κύριε· ξέλιπε τ πνεμά μου. Μ ποστρέψς τ πρόσωπόν σου π' μο, κα μοιωθήσομαι τος καταβαίνουσιν ες λάκκον.  κουστν ποίησόν μοι τ πρω τ λεός σου, τι π σο λπισα. Γνώρισόν μοι, Κύριε, δόν, ν πορεύσομαι, τι πρς σ ρα τν ψυχήν μου. Ἐξελο με κ τν χθρν μου, Κύριε, πρς σ κατέφυγον· δίδαξόν με το ποιεν τ θέλημά σου, τι σ ε Θεός μου. Τ πνεμά σου τ γαθν δηγήσει με ν γ εθεί· νεκεν το νόματός σου, Κύριε, ζήσεις με. ν τ δικαιοσύν σου ξάξεις κ θλίψεως τν ψυχήν μου, κα ν τ λέει σου ξολεθρεύσεις τος χθρούς μου. Κα πολες πάντας τος θλίβοντας τν ψυχήν μου, τι γ δολός σού εμι.

 

Εθς ψάλλομεν.

 

χος δ΄

 

Θες Κύριος κα πέφανεν ἡμῖν·  ελογημένος ἐρχόμενος ἐν νόματι Κυρίου.  

 

Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ  ἐπικαλεῖσθε  τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

 

Θεὸς  Κύριος, καὶ ἐπέφανεν  ἡμῖν∙  εὐλογημένος  ὁ  ἐρχόμενος  ἐν ὀνόματι Κυρίου.

 

Πάντα  τὰ  ἔθνη  ἐκύκλωσάν  με,  καὶ  τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

 

Θεὸς  Κύριος, καὶ ἐπέφανεν  ἡμῖν∙  εὐλογημένος  ὁ  ἐρχόμενος  ἐν ὀνόματι Κυρίου.

 

Παρὰ Κυρίου  ἐγένετο αὕτη, καὶ  ἔστι θαυμαστὴ  ἐν ὀφθαλμοῖς ἡμῶν.

 

Θεὸς  Κύριος, καὶ ἐπέφανεν  ἡμῖν∙  εὐλογημένος  ὁ  ἐρχόμενος  ἐν ὀνόματι Κυρίου.    

 

χος δ'.     ψωθες ν τ Σταυρ.

 

Τοῦ Λυτρωτοῦ ὡς οὖσα μήτηρ, Παρθένε, καὶ  Ἀρχαγγέλου ἀσπασμὸν ὡς δεχθεῖσα, Εὐαγγελίστρια, θερμῶς σὲ ἱκετεύομεν, πάντας τοὺς προστρέχοντας ἐν τῷ θείῳ Ναῷ σου, ἐκ Ναυπλίου, Ἄργους τε καὶ ἐκ τῶν περιχώρων, σῷζε πρεσβείαις σου, μόνη Ἁγνή· ἵνα τὸν Κτίστην τῶν ὅλων δοξάζωμεν.

 

Δόξα Πατρίχος δ'

Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον, καὶ τοῦ ἀπ᾽ αἰῶνος Μυστηρίου φανέρωσις· Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται. Διὸ καὶ ἡμεῖς σὺν αὐτῷ τῇ Θεοτόκῳ βοήσωμεν· Χαῖρε Κεχαριτωμένη, Κύριος μετὰ σοῦ.

 

Kα νν.  Θεοτοκίον

 

χος δ'.    ψωθες ν τ Σταυρ.

Οὐ σιωπήσωμέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

ναγνώστης.

 

Ν΄ (50) Ψαλμός.

λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.

Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.

Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.

Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.

Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.

Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ.

Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.

Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.

Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.

Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.

Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.

Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.

Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.

Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.

Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν με ὁ Θεός.

 

 

 

 

Ετα ψάλλομεν τν Κανόνα, οὗ ἡ ἀκροστοιχίς· ΣΚΕΠΕ ΔΕΣΠΟΙΝΑ ΝΑΥΠΛΙΟΥ ΠΟΛΙΝ. ΧΡΙΣΤΟΦΟΡΟΥ

 

 

 

ιδὴ α΄ χος πλ. δ΄.  Ερμός.

 

«Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν Αἰγυπτίαν, μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· Τῷ λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν».

 

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

 

Σωθεὶς ἐκ σκανδάλων βιοτικῶν,  σέ  Μῆτερ τοῦ Λόγου ἐπαξίως ὑμνολογῶ· ἀνάξιον ὄντα φώτισόν με, σῶν μεγαλείων πληθὺν διηγήσασθαι.

 

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

 

Καλῶν σύ τὸ πλήρωμα, Μαριάμ, καὶ πάσης ἐν κόσμῳ ἀγαθότητος κορωνίς, διὸ τὴν φωνήν τοῦ Ἀρχαγγέλλου, Εὐαγγελίστρια, δίδου τοῖς δούλοις Σου.

 

Δόξα Πατρί.

 

ν σοὶ ὁ τῶν ὅλων Δημιουργὸς σκηνώσας, τὸ γένος ἀνεμόρφωσε τῶν βροτῶν. Ἀσπόρου συλλήψεως δοχεῖον, τῆς μετανοίας τὴν πύλην μοι ἄνοιξον.

Κα νν .

 

Προνοίας ταμεῖον τοῦ Ποιητοῦ καὶ τῆς σωτηρίας τῶν ἀνθρώπων ἡ ὑπουργὸς ὑπάρχουσα Πάνσεμνε Παρθένε, τοὺς τῆς Προνοίας κατοίκους περίσῳζε.

 

ιδὴ γ΄.  Ὁ Ερμός.

 

«Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ μὲ στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε».

 

 

 

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

 

ν τῷ θείῳ Ναῷ σου πάντες πιστοὶ σπεύδομεν, οἱ τὴν Ἀργολίδα οἰκοῦντες καὶ Πελοπόννησον, Θεοχαρίτωτε, τῶν περιστάσεων ὄρη λείανον, καὶ πλήρωσον ἡμῶν αἰτήματα.

 

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

 

Δωρεάς σου λαβόντες καὶ λυπηρῶν ἔκβασιν, ἃ σὺ ἐχορήγησας, Δέσποινα, εἰς τοὺς δούλους σου, εὐχαριστοῦμέν σοι καὶ εὐγνωμόνῳ καρδίᾳ τῷ Κυρίῳ χαίροντες δόξαν προσάγομεν.

 

Δόξα Πατρί.

 

ν δειναῖς ἁμαρτίαις καὶ νοσηροῖς πάθεσι περιπεπτωκότες οἱ δοῦλοί σου, εἰς ἀπόγνωσιν κατεβυθίσθημεν, ἀλλὰ στοργῇ μητρικῇ σου, ταῦτα πάντα σκέδασον, Εὐαγγελίστρια.

 

Κα νν.

 

Σωτηρίαν μερόπων κα τς ζως Κύριον,  Ἄχραντε Παρθένε, ὡς βρέφος κυοφόρησας. Δι το τόκου σου, πάντες ερήκαμεν, Κόρη, τν δν τν γουσαν ες τν Παράδεισον.

 

Διάσωσον, Εὐαγγελίστρια Μῆτερ, τὰ σὰ τεκνία ἐκ κινδύνων καὶ συμφορᾶς δεινῶν περιστάσεων, καὶ φρούρησον τῇ θερμῇ σου πρεσβείᾳ.

 

πίβλεψον ἐν εὐμενεί Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Εἶτα μνημονεύει ὁ Ἱερεὺς δι΄ οὓς ἡ Παράκλησις γίνεται καὶ ἐν συνεχεί  ψάλλομεν :

 

 

Κάθισμα

 

χος β΄    Τὰ νω ζητν.

 

μνοντες πιστῶς, Παρθένε σὰ θαυμάσια καὶ σὲ ἀρωγὸν πλουτοῦντες, ἱκετεύομεν· τὸν λαόν σου, Ἄχραντε, ἐκ παντοίων θλίψεων φύλαττε καὶ τὴν εἰρήνην δίδου ταῖς ψυχαῖς, Ναυπλίου τὸ μέγα καταφύγιον.

 

ιδὴ δ΄. Ερμός.

 

«Εσακήκοα Κύριε, τς οκονομίας σου τ μυστήριον, κατενόησα τ ργα σου, κα δόξασά σου τν Θεότητα».

 

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

 

Πεπτωκότων ἡ ἔγερσις καὶ τῶν ἀνιάτως πασχόντων ἴασις καὶ ἐμοῦ θεία ἀντίληψις σὺ ὑπάρχεις, ὦ Εὐαγγελίστρια.

 

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

 

χληραῖς ἐπιθέσεσι ἐκ τῶν δαιμονίων νῦν καταβέβλημαι· ἀλλὰ τούτων, Μῆτερ Ἄνασσα, σύντριψον εἰς τέλος τὸ γαυρίαμα.

 

Δόξα Πατρί.

 

λαρὸν φῶς ἐκπέμπεται ἐκ σῆς ἐφεστίου Εἰκόνος, Ἄχραντε, καὶ προστρέχων ἐν τῷ Οἴκῳ σου, ἐν Ναυπλίῳ ὄντι, καταυγάζομαι.

 

Κα νν.

 

Ναζαρὲτ ἐν τῇ πόλει νοερῶς, Παρθένε περιπολεύομεν, Γαβριὴλ ἔνθα σοι ἔκραξεν, Κεχαριτωμένη, χαῖρε Δέσποινα.

 

 

 

 

ιδὴ ε΄. Ερμός.

 

«Φώτισον μς, τος προστάγμασί σου, Κύριε, κα τ βραχίονί σου τ ψηλ, τν σν ερήνην, παράσχου μν, φιλάνθρωπε».

 

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

 

παντες πιστοὶ τῇ σῇ χάριτι προσφεύγομεν, καὶ αἰνέσεως θυσίαν ταπεινῶς τῷ Υἱῷ σου καὶ Θεῷ ἡμῶν προσφέρομεν.

 

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

 

Νέων τὴν τροφόν, ἀσθενούντων τὴν παράκλησιν καὶ πεινόντων εὐφροσύνης κορεσμόν, σὲ γινώσκομεν, Ἁγνὴ Εὐαγγελίστρια.

 

Δόξα Πατρί.

 

Αὔραν μυστικήν, τὰς ψυχὰς ἡμῶν δροσίζουσαν, ἐν τῷ περιβόλῳ Οἴκου σου ἱεροῦ  τοῖς σοῖς ἱκέταις παρέχεις ἀφθόνως, Πάνσεμνε.

 

 

 

 

 

Καὶ νν.

 

μνοις καὶ  ᾠδαῖς εὐχαρίστοις μακαρίσωμεν, ἣν Ἀγγέλων ἀνυμνοῦσιν στρατιαί, καὶ τὸ Χαῖρε ὁμοφώνως ἀνακράξωμεν.

 

ιδὴ στ΄. Ερμός.

 

«Τὴν δέησιν, ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδῃ προσήγγισε καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε».

 

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

 

Παράκλησιν, οἱ πιστῶς ἐνοικοῦντες Ἀργολίδα σὲ εἰδότες, Παρθένε, ἀπὸ ἐτῶν δυσχειμέρων καὶ πάλαι ἀλλὰ καὶ νῦν εἰς παντοίαν περίστασιν· διάσωσον τὸν σὸν λαὸν ἐκ μελλούσης ἀνάγκης καὶ θλίψεως.

 

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

 

Λατρεύοντες τὴν Ἁγίαν Τριάδα ἐν τεμένει σου σεπτῷ, Θεοτόκε, ὡς μυστικὴν κιβωτὸν σὲ τιμῶμεν  καὶ  σωτηρίας ἡμῶν τὸ κεφάλαιον. Ἔκτεινον  χεῖράς σου, Ἁγνή, καὶ τὴν πόλιν Ναυπλίου προστάτευσον.

 

Δόξα Πατρί.

 

άσεων τοὺς κρουνοὺς διάνοιξον καὶ ἀφάνισον ἀνίατα πάθη, τὰ τῆς ψυχῆς καὶ τοῦ σώματος πάντα καὶ ἐκ κρυφίων κακῶν με καθάρισον· καὶ δός μοι ἄγειν ταπεινῶς τὴν τοῦ βίου ὁδόν, Ἀειπάρθενε.

Καὶ νῦν.

 

λόθυμον ἀναμέλπω δέησιν ὑπὲρ τέκνων σου μακρὰν κατοικοῦντων, ναυτιλομένων καὶ ξενιτευόντων , τῶν τὴν σὴν Χάριν ποθούντων ἀσπάσασθαι. Ὥρμισον πάντας ἀσφαλῶς εἰς τὸν Οἶκόν σου, Νύμφη Πανάχραντε.

 

Διάσωσον, Εὐαγγελίστρια Μῆτερ, τὰ σὰ τεκνία καὶ τοῦ Ναυπλίου τὴν πόλιν προστάτευσον προνοίᾳ σου, ἐκ δεινῶν καὶ κινδύνων.

 

χραντε, δι λόγου τν Λόγον νερμηνεύτως, π' σχάτων τν μερν τεκοσα, δυσώπησον, ς χουσα μητρικν παῤῥησίαν.

 

Κα πάλιν δέησις π το ερέως.

 

 

Κοντάκιον , χος β’.

 

Μερίμναις τας βιοτικας συνεχόμενος κα πελάγει τν νομιν βυθιζόμενος, σοὶ  προστρέχω θερμς, τῇ Μητρὶ τοῦ Σωτῆρος, δεόμενος. Ναυπλιέων ὡς προστάτις, Σεμνή, καὶ ἁπάσης Ἀργολίδος φρουρός, Μῆτερ Εὐαγγελίστρια· πρόφθασον ν νάγκαις  κα ασίν μοι χορήγει, ψυχικν κα σωματικήν, πως τὸ Χαῖρε κραυγάζω σοι.

 

Κα εθς τ Προκείμενον.

 

Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (δίς).

 

Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.

 

Τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ μνησθήσομαι.

 

Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου, τὸ Ἀνάγνωσμα.

 

ν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ· καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου, καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

 

Δόξα Πατρί.  

 

Ταῖς τῆς Παναχράντου πρεσβείαις, λεῆμον, ξάλειψον τ πλήθη τν μν γκλημάτων .

 

Κα νν.

 

Τας τς Θεοτόκου πρεσβείαις, λεῆμον, ξάλειψον τ πλήθη τν μν γκλημάτων .

 

λέησόν Θες κατ τ μέγα λεός σου κα κατ τ πλθος τν οκτιρμν σου ξάλειψον τ νόμημά μου.

 

χος πλ. β΄  λην ποθέμενοι.

 

λην ἀποθέμενοι εἰς τὸν Θεὸν τὴν ἐλπίδα, πρὸς  τὴν Θεομήτορα, τὴν Χριστὸν κυήσασαν,  νῦν προστρέξωμεν.  Χαῖρε,  Νύμφη, λέγοντες, Κεχαριτωμένη.  Τὴν βουλὴν τὴν προαιώνιον σοὶ ἀπεκάλυψεν ὁ τῶν ὅλων Κύριος, Δέσποινα·  καὶ σκεῦος τῆς θεότητος γέγονας καὶ πύλη οὐράνιος. Ὡς ὑπὸ Ἀγέλλου ἐδέχθης θεῖον Εὐαγγελισμόν,  οὕτω χαρᾶς ἡμᾶς πλήρωσον τοὺς ὑμνολογοῦντάς σε.

 

 

ερεύς· Σσον Θες τν λαόν σου.

 

 

ιδὴ ζ΄. Ερμός.

 

«Ο κ τς ουδαίας, καταντήσαντες Παδες ν Βαβυλνί ποτε, τ πίστει τ Τριάδος, τν φλόγα τς καμίνου, κατεπάτησαν ψάλλοντες. τν πατέρων μν, Θες ελογητς εἶ».

 

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

 

περήφανον ὄφιν κατεπάτησας, Κόρη Εὐαγγελίστρια. Ταπείνωσιν τελείαν, ὑπακοὴν ἁγίαν τῷ Κυρίῳ προσέφερες·  διὸ τὴν πάντων Χαρὰν παράσχου τοῖς σοῖς τέκνοις.

 

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

 

Περιάκουστος πόλις τοῦ Ναυπλίου σὲ ἔχει  ὡς καταφύγιον.  Ἀνύμφευτε Κυρία, τῶν Ἀρχαγγέλων δόξα, τῶν ἀπίστων ὁ ἔλεγχος· δός μοι ὑμνεῖν εὐσεβῶς τὸν ἄσπορόν σου τόκον.

 

Δόξα Πατρί.

 

ρμος ὤφθη, Παρθένε, γαληνὸς ὁ ναός σου ἐν περιστάσεσιν. Ἐπιδρομὰς βαρβάρων καὶ δυσεβῶν ἐφόδους τῇ σῇ χάριτι ἔπαυσας·  φρουρὸς γὰρ εἶ τῶν πιστῶν εἰς πάντας τοὺς αἰώνας.

 

Κα νν.

 

Λογισμῶν τρικυμίαν κα ψυχν καρπίαν, Παρθένε χραντε, τ θεί σο πρεσβείᾳ, τρέψον πρς τ συμφέρον·  κα τηρεῖν ἡμᾶς δίδαξον τος μνητάς σου,  γνή, τὰς ἐντολὰς Κυρίου.

 

ιδὴ η΄. Ερμός.

 

«Τν Βασιλέα τν Ορανν, ὃν μνοῦσι, στρατια τν γγέλων μνετε κα περυψοτε ες πάντας τους αἰῶνας».

 

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

 

ος κακίας ἐκ καρδιῶν ἱκετῶν σου, ἀποσόβησον, Μαρία Θεοτόκε, ἡ Υἱὸν τεκοῦσα καὶ μείνασα Παρθένος.

 

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

 

Νῦν ἀναβαίνων ἐν τῷ πανσέπτῳ Ναῷ σου εἰς  βαθμίδας ἀνυψοῦμαι ἁγίας, καὶ ὁρῶν τὴν θέαν, δοξάζω σε, Παρθένε.

 

Δόξα Πατρί.

 

Χριστοῦ τοὺς λόγους πάντας τηρεῖν, Θεοτόκε, καὶ Αὐτοῦ τὰ θελήματα πράττειν, σὺ ἡμᾶς προστάσσεις ἐν τῷ Εὐαγγελίῳ.

 

Κα νν.

 

οὰς δακρύων καὶ τῶν γονάτων τὰς κλίσεις μὴ παρίδης σῶν υἱῶν καὶ θυγατέρων, τῶν ἀνευφημούντων τὸν Εὐαγγελισμόν σου.

 

 

ιδὴ θ΄.   Ερμός.

 

«Κυρίως Θεοτόκον σ μολογομεν ο δι σο σεσωσμένοι, Παρθένε γνή, σν σωμάτοις χορείαις, σ μεγαλύνοντες».

 

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

 

άσεων ἡ κρήνη οὖσα, Παναγία, σωματικῶν ἡμᾶς νόσων ἀπάλλαξον καὶ τὴν κατάθλιψιν παῦσον τῶν προσκυνούντων σε.

 

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

 

Σωθεὶς τῇ σῇ πρεσβείᾳ ἐκ τῶν ἀλγηδόνων καὶ ἐκ σαρκὸς καχεξίας, Θεόνυμφε, νῦν τὴν ὑγιείαν αἰτοῦμαι εὑρεῖν τοῦ πνεύματος.

 

Δόξα Πατρί.

 

Τῆς θείας πρὸς ἀλλήλους ἀγάπης κυψέλη ὁ σὸς ναὸς πέλει, Εὐαγγελίστρια, πᾶς Ναυπλιεὺς μαρτυρεῖ τοῦτο πάντοτε.

 

Καὶ νῦν.

 

κλῆρος, Θεοτόκε, καὶ πᾶς ὁ λαός σου εὐχαριστήριον αἶνον προσάξαντες, Εὐαγγελίστρια, κράζουσι, φρούρει Ναύπλιον.

 

 

Κα εθύς,  τό· ξιόν στιν.

 

 

Μεγαλυνάρια

 

Φύλαττε, Παρθένε, τὸν σὸν Ναόν, δίωξον τὰ νέφη τῶν κινδύνων καὶ πειρασμῶν, ἵνα ὁ λαός σου βοᾷ σοι χαρμοσύνως· χαῖρε ἡμῶν τὸ κλέος, Εὐαγγελίστρια.

 

ντως Πλατυτέρα τῶν οὐρανῶν καὶ τῶν σὲ ὑμνούντων σὺ ὑπάρχεις ἡ βοηθός. Σκέπη τοῦ Ναυπλίου καὶ Ἀργολίδος κλέος καὶ πάντων προστασία, Εὐαγγελίστρια.

 

ῦσαι ἐκ λοιμοῦ τε καὶ τοῦ σεισμοῦ, πυρός, ξηρασίας καὶ βαρβάρων ἐπιδρομῆς, ἐκ τῆς ἀπιστίας καὶ ὑπερηφανίας λαὸν τῆς Ἀργολίδος, Εὐαγγελίστρια.

 

Οἱ δοῦλοί σου, Νύμφη τοῦ Λυτρωτοῦ, Μητέρα τοῦ πόνου σὲ καλοῦμεν,  καὶ τῆς χαρᾶς. Πάρεσο ἐν πόνοις, χαρὰν δίδου τοῖς πᾶσι, Προστάτις τοῦ Ναυπλίου, Εὐαγγελίστρια.

 

μνοις ἀνυμνήσωμεν οἱ πιστοί,  Θεολόγον μέγαν καὶ Νικόλαον τὸν σεπτόν, Κωνσταντῖνον καὶ Ἑλένην, Φανούριον τὸν θεῖον, καὶ σὺν τῷ Ἰακώβῳ, Νέον Παΐσιον.

 

Πσαι τν γγέλων α στρατιαί, Πρόδρομε Κυρίου, ποστόλων δωδεκάς, ο γιοι Πάντες, μετ τς Θεοτόκου, ποιήσατε πρεσβείαν, ες τ σωθναι μᾶς.

 

 

Τρισάγιον. Παναγία Τριάς. Πάτερ μν.

 τι σο στιν.

 

 

Τροπάρια. χος πλ. β'.

 

λέησον μς, Κύριε, λέησον μς, πάσης γρ πολογίας ποροντες, ταύτην σοι τν κεσίαν ς Δεσπότ ο μαρτωλο προσφέρομεν, λέησον μς.

 

Δόξα Πατρί.

 

Κύριε, λέησον μς, π σο γρ πεποίθαμεν, μ ργισθς μν σφοδρά, μηδ μνησθς τν νομιν μν, λλ' πίβλεψον κα νν ς εσπλαγχνος κα λύτρωσαι μς κ τν χθρν μν· σ γρ ε Θες μν κα μες λαός σου, πάντες ργα χειρν σου κα τ νομά σου πικεκλήμεθα.

 

Κα νν.

 

Τς εσπλαγχνίας τν πύλην νοιξον μν, ελογημένη Θεοτόκε. λπίζοντες ες σέ, μ στοχήσαιμεν, υσθείημεν δι σο τν περιστάσεων. Σ γρ ε σωτηρία το γένους τν χριστιανν.

 

 

ἱερεύς· λέησον μς…….πάκουσον μῶν.

 

Μικρ πόλυσις.

 

 

 

χος β΄  τε κ το ξύλου.

 

Δετε, ἀσπασώμεθα πιστοί, θείαν τῆς Παρθένου Εἰκόνα καὶ χαριτόβρυτον, δόξαν ἀναπέμποντες τῷ Παντεπόπτῃ  Θεῷ, τῷ ἀνθρώποις δωρήσαντι  Ἁγνὴν Θεοτόκον, τὴν Εὐαγγελίστριαν τῆς σωτηρίας ἡμῶν. Ὅθεν πρὸς Αὐτὴν ἐκβοῶμεν· Δέσποινα καὶ Μῆτερ Κυρίου, πύλας Παραδείσου ἡμῖν ἄνοιξον.

 

 

Ἦχος πλ. δ΄.

 

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Ἦχος β΄.

 

Τὴν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

 

Ὁ Ἱερεύς·

 

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν