ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΓΑΜΟΥ

Α´
ΤΑ ΚΕΙΜΕΝΑ

ΑΚΟΛΟΥΘΙΑ ΕΠΙ ΜΝΗΣΤΡΟΙΣ
ἤτοι
ΤΟΥ ΑΡΡΑΒΩΝΟΣ

Μετὰ τὴν θείαν Λειτουργίαν, τοῦ Ἱερέως ἑστῶτος ἐν τῷ Ἱερατείῳ, παρίστανται οἱ μέλλοντες ζεύγνυσθαι πρὸ τῶν ἁγίων Θυρῶν· ὁ μὲν ἀνὴρ ἐκ δεξιῶν, ἡ δὲ γυνὴ ἐξ εὐωνύμων. Ἀπόκεινται δὲ ἐν τῷ δεξιῷ μέρει τῆς ἁγίας Τραπέζης δακτύλιοι αὐτῶν δύω, χρυσοῦς καὶ ἀργυροῦς· ὁ μὲν ἀργυροῦς ἀπονεύων πρὸς τὰ δεξιά, ὁ δὲ χρυσοῦς πρὸς τὰ ἀριστερά, σύνεγγυς ἀλλήλων. Ὁ δὲ Ἱερεύς, ἐλθὼν ἐν τῷ νάρθηκι σφραγίζει τὰς κεφαλὰς τῶν νεονύμφων ἐκ γ´ καὶ δίδωσιν αὐτοῖς κηροὺς ἁπτομένους· καὶ εἰσάξας αὐτοὺς ἔνδον τοῦ Ναοῦ, θυμιᾷ σταυροειδῶς. Καὶ ἐρωτᾷ αὐτοὺς ὁ Ἱερεύς, πρὸς ὁμολογίαν, ἐὰν θέλῃ ἡ νύμφη τὸν νυμφίον· ὁμοίως καὶ ὁ νυμφίος τὴν νύμφην. Εἶτα λέγει·
Ὁ Διάκονος· Εὐλόγησον, Δέσποτα.

Ὁ Ἱερεύς, ἐκφώνως·

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ὁ Διάκονος· Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Χορός· Κύριε, ἐλέησον.

Ὁ Διάκονος·

Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ἁγίου Οἴκου τούτου, καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος), τοῦ τιμίου Πρεσβυτερίου, τῆς ἐν Χριστῷ Διακονίας, παντὸς τοῦ Κλήρου καὶ τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ δούλου τοῦ Θεοῦ (τοῦδε), καὶ τῆς δούλης τοῦ Θεοῦ (τῆσδε) τῶν νῦν μνηστευομένων ἀλλήλοις, καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ παρασχεθῆναι αὐτοῖς τέκνα εἰς διαδοχὴν γένους, καὶ πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ καταπεμφθῆναι αὐτοῖς ἀγάπην τελείαν, εἰρηνικήν, καὶ βοήθειαν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ φυλαχθῆναι αὐτοὺς ἐν ὁμονοίᾳ καὶ βεβαίᾳ πίστει, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ εὐλογηθῆναι αὐτοὺς ἐν ὁμονοίᾳ καὶ βεβαίᾳ πίστει, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ διαφυλαχθῆναι αὐτοὺς ἐν ἀμέμπτῳ βιοτῇ καὶ πολιτείᾳ, τοῦ Κυρίου δεηθῶμεν.
Ὅπως Κύριος ὁ Θεὸς ἡμῶν χαρίσηται αὐτοῖς τίμιον τὸν γάμον, καὶ τὴν κοίτην ἀμίαντον, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεὸς, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὁ Χορός· Σοί, Κύριε.
Ὁ Ἱερεύς, ἐκφώνως· Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Χορός· Κύριε, ἐλέησον.

Ὁ Ἱερεὺς λέγει τὴν Εὐχὴν ταύτην μεγαλοφώνως·

Ὁ Θεὸς ὁ αἰώνιος, ὁ τὰ διῃρημένα συναγαγὼν εἰς ἑνότητα καὶ σύνδεσμον διαθέσεως τιθεὶς ἄῤῥηκτον· ὁ εὐλογήσας Ἰσαὰκ καὶ Ῥεβέκκαν, καὶ κληρονόμους αὐτοὺς τῆς σῆς ἐπαγγελίας ἀναδείξας· αὐτὸς εὐλόγησον καὶ τοὺς δούλους σου τούτους, ὁδηγῶν αὐτοὺς ἐν παντὶ ἔργῳ ἀγαθῷ.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.
Ὁ Διάκονος· Τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίω κλίνατε.

Ὁ Ἱερεὺς ἐπεύχεται·

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὴν ἐξ ἐθνῶν προμνηστευσάμενος Ἐκκλησίαν παρθένον ἁγνήν, εὐλόγησον τὰ μνῆστρα ταῦτα, καὶ ἕνωσον, καὶ διαφύλαξον τοὺς δούλους σου τούτους ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ.

Ἐκφώνως·

Σοὶ γὰρ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Εἶτα, λαβὼν ὁ Ἱερεὺς τοὺς δακτυλίους τοὺς ἐν τῷ δισκελίῳ, ἐπιδίδωσι πρῶτον τῷ ἀνδρὶ τὸν χρυσοῦν καὶ λέγει αὐτῷ·
Ἀῤῥαβωνίζεται ὁ δοῦλος τοῦ Θεοῦ (ὁ δεῖνα) τὴν δούλην τοῦ Θεοῦ (τὴν δεῖνα), εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμὴν (τρίς).

Καὶ ποιεῖ Σταυρὸν μετὰ τοῦ δακτυλίου ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.

Εἶτα καὶ τῇ γυναικὶ λέγει, λαβὼν τὸν ἀργυροῦν·

Ἀῤῥαβωνίζεται ἡ δούλη τοῦ Θεοῦ (ἡ δεῖνα) τὸν δοῦλον τοῦ Θεοῦ (τὸν δεῖνα), εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμὴν (τρίς).
Καὶ ὅταν εἴπῃ εἰς ἕκαστον τρίς, ποιεῖ Σταυρὸν μετὰ τοῦ δακτυλίου ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ ἐπιτίθησιν αὐτοὺς ἐν τοῖς δεξιοῖς αὐτῶν δακτύλοις.

Εἶτα ἀλλάσσει τοὺς δακτυλίους τῶν Νυμφίων ὁ Παράνυμφος.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Χορός· Κύριε, ἐλέησον.

Ὁ Ἱερεὺς λέγει τὴν Εὐχὴν ταύτην·

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τῷ παιδὶ τοῦ Πατριάρχου Ἀβραὰμ συμπορευθεὶς ἐν τῇ Μεσοποταμίᾳ, στελλομένῳ νυμφεύσασθαι τῷ κυρίῳ αὐτοῦ Ἰσαὰκ γυναῖκα, καὶ διὰ μεσιτείας ὑδρεύσεως ἀῤῥαβωνίσασθαι τὴν Ῥεβέκκαν ἀποκαλύψας· Αὐτός, εὐλόγησον τὸν ἀῤῥαβῶνα τῶν δούλων σου (τοῦδε) καὶ (τῆς δε) καὶ στήριξον τὸν παρ᾿ αὐτοῖς λαληθέντα λόγον. Βεβαίωσον αὐτοὺς τῇ παρὰ σοῦ ἁγίᾳ ἑνότητι· σὺ γὰρ ἀπ᾿ ἀρχῆς ἐδημιούργησας ἄρσεν καὶ θῆλυ, καὶ παρὰ σοῦ ἁρμόζεται ἀνδρὶ γυνὴ εἰς βοήθειαν καὶ διαδοχὴν τοῦ γένους τῶν ἀνθρώπων. Αὐτὸς οὖν, Κύριε ὁ Θεὸς ἡμῶν, ὁ ἐξαποστείλας τὴν ἀλήθειαν ἐπὶ τὴν κληρονομίαν σου, καὶ τὴν ἐπαγγελίαν σου ἐπὶ τοὺς δούλους σου, τοὺς πατέρας ἡμῶν, εἰς καθ᾿ ἑκάστην γενεὰν καὶ γενεὰν τοὺς ἐκλεκτούς σου, ἐπίβλεψον ἐπὶ τὸν δοῦλόν σου (τόνδε), καὶ τὴν δούλην σου (τήνδε), καὶ στήριξον τὸν ἀῤῥαβῶνα αὐτῶν ἐν πίστει καὶ ὁμονοίᾳ καὶ ἀληθείᾳ καὶ ἀγάπῃ· σὺ γάρ, Κύριε, ὑπέδειξας δίδοσθαι τὸν ἀῤῥαβῶνα καὶ στηρίζεσθαι ἐν παντί. Διὰ δακτυλιδίου ἐδόθη ἡ ἐξουσία τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ· διὰ δακτυλιδίου ἐδοξάσθη Δανιὴλ ἐν χώρᾳ Βαβυλῶνος· διὰ δακτυλιδίου ἐφανερώθη ἡ ἀλήθεια τῆς Θάμαρ· διὰ δακτυλιδίου ὁ Πατὴρ ἡμῶν ὁ οὐράνιος οἰκτίρμων γέγονεν ἐπὶ τὸν ἄσωτον υἱόν· «Δότε γάρ, φησι, δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ἐνέγκαντες τὸν μόσχον τὸν σιτευτὸν θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν». Αὕτη ἡ δεξιά σου, Κύριε, τὸν Μωϋσῆν ἐστρατοπέδευσεν ἐν Ἐρυθρᾷ θαλάσσῃ· διὰ γὰρ τοῦ λόγου σου τοῦ ἀληθινοῦ οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ ἡ γῆ ἐθεμελιώθη· καὶ ἡ δεξιὰ τῶν δούλων σου εὐλογηθήσεται τῷ λόγῳ σου τῷ κραταιῷ καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ. Αὐτὸς οὖν καὶ νῦν, Δέσποτα, εὐλόγησον τὸ δακτυλοθέσιον τοῦτο εὐλογίαν οὐράνιον· καὶ Ἄγγελος Κυρίου προπορευέσθω ἔμπροσθεν αὐτῶν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτῶν. Ὅτι σὺ εἶ ὁ εὐλογῶν καὶ ἁγιάζων τὰ σύμπαντα, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.

Εἶτα Ἐκτενὴς καὶ Ἀπόλυσις.

Β´
Η ΜΕΤΑΦΡΑΣΗ

ΑΚΟΛΟΥΘΙΑ
ΤΩΝ ΜΝΗΣΤΡΩΝ
1
δηλαδή
ΤΟΥ ΑΡΡΑΒΩΝΑ2

Μετά τή θεία Λειτουργία, ἐνῶ ὁ Ἱερέας βρίσκεται στό ἱερό, παρουσιάζονται καί στέκονται ἀπέναντι ἀπό τίς ἅγιες Θύρες τοῦ Ναοῦ αὐτοί πού πρόκειται νά συνδεθοῦν μέ τό δεσμό τοῦ γάμου· ὁ ἄνδρας ἀπό τή δεξιά μεριά καί ἡ γυναίκα ἀπό ἀριστερά. Στό δεξιό μέρος τῆς ἁγίας Τράπεζας ἔχουν ἀποτεθεῖ δύο δαχτυλίδια αὐτῶν, ἕνα χρυσό καί ἕνα ἀργυρό (ἀσημένιο)· τό ἀσημένιο δαχτυλίδι κλίνει πρός τά δεξιά καί τό χρυσό πρός τά ἀριστερά, πολύ κοντά τό ἕνα στό ἄλλο. Ὁ Ἱερέας ἀφοῦ ἔλθει στό νάρθηκα σφραγίζει (μέ τό σημεῖο τοῦ σταυροῦ) τά κεφάλια τῶν νεονύμφων τρεῖς φορές καί δίνει σ᾿ αὐτούς ἀναμμένα κεριά· καί ἀφοῦ τούς ὁδηγήσει μέσα στό Ναό, θυμιατίζει σταυροειδῶς, σχηματίζοντας δηλαδή στόν ἀέρα τό σχῆμα τοῦ σταυροῦ3.
Καί ρωτάει αὐτούς ὁ Ἱερέας, νά ὁμολογήσουν, ἄν θέλει ἡ νύφη τό γαμπρό· ἐπίσης καί ὁ γαμπρός ἄν θέλει τή νύφη4. Ἔπειτα λέγει·

Ο Διάκονος

Εὐλόγησε (δοξολόγησε, δῶσε τήν εὐλογία σου) Δέσποτα.

Ὁ Ἱερέας, μέ δυνατή φωνή·

Εὐλογημένος ἄς εἶναι ὁ Θεός μας πάντοτε· τώρα καί πάντοτε καί στούς ἀτελεύτητους αἰῶνες.
Ὁ Χορός· Ἀμήν (= ἀλήθεια)5.

Ὁ Διάκονος

Ἄς παρακαλέσουμε τόν Κύριο μέ εἰρήνη καί ψυχική γαλήνη6.
Ὁ Χορός· Κύριε, ἐλέησέ μας (κάμε τό ἔλεός σου).

Ὁ Διάκονος

Ἄς παρακαλέσουμε τόν Κύριο νά μᾶς χαρίσει τή δική του εἰρήνη πού γαληνεύει τή συνείδησή μας καί συντελεῖ στή σωτηρία τῶν ψυχῶν μας· γι᾿ αὐτή τήν εἰρήνη καί γιά τή σωτηρία τῶν ψυχῶν μας ἄς παρακαλέσουμε τόν Κύριο.
Ἄς παρακαλέσουμε τόν Κύριο νά χαρίσει εἰρήνη σ᾿ ὅλο τόν κόσμο, σταθερότητα πίστεως στίς ἅγιες Ἐκκλησίες τοῦ Θεοῦ καί ἕνωση ὅλων τῶν ἀνθρώπων.
Ἄς παρακαλέσουμε τόν Κύριο νά διαφυλάγει ἀπό κάθε κακό τόν ἅγιο τοῦτο οἶκο τοῦ Θεοῦ καί νά προστατεύει ὅλους τούς Χριστιανούς πού εἰσέρχονται στό ναό αὐτό μέ πίστη, μέ εὐλάβεια καί μέ φόβο Θεοῦ.
Ἄς παρακαλέσουμε τόν Κύριο γιά τόν Ἀρχιεπίσκοπό μας (τόν τάδε), γιά τούς καλούς ἱερεῖς μας, γιά ὅσους διακονοῦν «ἐν Χριστῷ», γιά ὅλο γενικά τόν Κλῆρο καί τό Λαό.
Ἄς παρακαλέσουμε τόν Κύριο γιά τό δοῦλο τοῦ Θεοῦ (τάδε) καί τή δούλη τοῦ Θεοῦ (τάδε) πού αὐτή τή στιγμή δίνουν ἐπίσημα ἀμοιβαία ὑπόσχεση γάμου, καί γιά τή σωτηρία τους.
Ἄς παρακαλέσουμε τόν Κύριο νά χαρίσει σ᾿ αὐτούς τέκνα, προκειμένου αὐτά νά τούς διαδεχθοῦν στό γένος7, καί νά ἱκανοποιήσει ὅλα τά αἰτήματα πού ἀφοροῦν στή σωτηρία τῶν νεονύμφων.
Ἄς παρακαλέσουμε τόν Κύριο νά ἀποστείλει ἀπό ψηλά μέ τή θεία του χάρη τέλεια καί πλήρη ἀγάπη στούς νεονύμφους, ἀγάπη πού θά ἐξασφαλίζει τήν εἰρηνική συμβίωσή τους8, καθώς καί ἀμοιβαία βοήθεια γιά τήν ἀλληλοσυμπλήρωσή τους9.
Ἄς παρακαλέσουμε τόν Κύριο νά φυλάξει αὐτούς, ὥστε νά ζοῦν μέ ὁμόνοια καί σταθερή ἀμοιβαία πίστη.
Ἄς παρακαλέσουμε τόν Κύριο νά εὐλογήσει αὐτούς,ὥστε νά διάγουν μέ σύμπνοια καί ἀκλόνητη ἀμοιβαία ἐμπιστοσύνη10.
Ἄς παρακαλέσουμε τόν Κύριο νά διαφυλάξει αὐτούς, ὥστε ὁ βίος τους καί ἡ πολιτεία τους νά εἶναι ἄμεμπτη, ἄψογη καί ἀνεπίληπτη.
Ἄς παρακαλέσουμε τόν Κύριο, ὥστε Αὐτός πού εἶναι ὁ Θεός μας νά χαρίσει σ᾿ αὐτούς τίμιο τό γάμο τους, καί ἀμόλυντη τή συζυγική τους κοίτη (κλίνη, στέγη)11.
Ἄς παρακαλέσουμε τόν Κύριο νά μᾶς φυλάξει καί νά μᾶς προστατεύσει ἀπό κάθε λύπη, ὀργή, κίνδυνο καί ἀνάγκη (= δύσκολη περίσταση).
Ἀφοῦ πρῶτα φέρουμε στή μνήμη μας τήν Παναγία, τήν ἄχραντη καί ἀμόλυντη, καί πάρα πολύ εὐλογημένη, τήν ἔνδοξη, τή δέσποινά μας καί κυρία Θεοτόκο, καί ἀειπάρθενη (= πάντοτε ἁγνή) Μαρία, καί ὅλους τούς ἁγίους, ἄς ἐμπιστευθοῦμε στόν Κύριο καί Θεό μας τούς ἑαυτούς μας καί τούς ἄλλους ἀδελφούς μας καί ὅλη μας τή ζωή.
Ὁ Χορός· Σ᾿ Ἐσένα, Κύριε, ἐμπιστευόμαστε τά πάντα.

Ὁ Ἱερέας, μέ δυνατή φωνή·

Διότι σ᾿ Ἐσένα ἁρμόζει κάθε δόξα, τιμή καί προσκύνηση, στόν Πατέρα καί τόν Υἱό καί τό Ἅγιο Πνεῦμα, τώρα καί πάντοτε καί στούς ἀτέλειωτους αἰῶνες.
Ὁ Χορός· Ἀμήν (= ἀλήθεια, ἔτσι εἶναι).

Ὁ Διάκονος

Ἄς παρακαλέσουμε τόν Κύριο.
Ὁ Χορός· Κύριε, ἐλέησέ μας (κάμε τό ἔλεός σου).

Ὁ Ἱερέας λέγει τήν Εὐχή τούτη μεγαλοφώνως·

Ὁ Θεός ὁ αἰώνιος, αὐτός πού συνέζευξες, συμπλησίασες καί ἕνωσες τά διεστῶτα, ὅσα δηλαδή ἦταν χωρισμένα, καί συνδέεις μέ ἀδιάσπαστο δεσμό καθετί πού εἶναι πρός τακτοποίηση καί διαρρύθμιση· αὐτός πού εὐλόγησες τόν Ἰσαάκ καί τή Ρεβέκκα καί τούς ἀνέδειξες κληρονόμους τῆς δικῆς σου ἐπαγγελίας12, τῆς ὑπόσχεσης δηλ. πού ἔδωσες στόν Ἀβραάμ σχετικά μέ τή «γῆ Χαναάν» καί τήν εὐλογία ὁλόκληρου τοῦ ἀνθρώπινου γένους· σύ ὁ ἴδιος εὐλόγησε καί τούς δούλους σου τούτους, ὁδηγώντας τους σέ κάθε ἔργο ἀγαθό.
Καί σέ παρακαλοῦμε νά εὐλογήσεις τούς δούλους σου τούτους, διότι Ἐσύ εἶσαι Θεός πού δείχνεις ἔλεος καί εὐσπλαχνία καί ἀγαπᾶς τούς ἀνθρώπους, καί σ᾿ Ἐσένα ἀναπέμπουμε τή δόξα, τόν Πατέρα καί τόν Υἱό καί τό Ἅγιο Πνεῦμα, τώρα καί πάντοτε καί στούς ἀπέραντους αἰῶνες.
Ὁ Χορός· Ἀμήν (ἀλήθεια, ἔτσι εἶναι, ἔτσι ἄς γίνει).
Ὁ Ἱερέας· Εἰρήνη καί ψυχική γαλήνη ἄς ἔλθει σέ ὅλους.

Ὁ Διάκονος

Μέ ὑπόκλιση τῆς κεφαλῆς προσκυνῆστε τόν Κύριο.

Ὁ Ἱερέας εὔχεται καί παρακαλεῖ·

Κύριε ὁ Θεός μας, σύ πού ὡς Νυμφίος πρίν ἀπό τή θεία σου σάρκωση κατά θεία οἰκονομία μνηστεύτηκες (ἀρραβωνιάστηκες) ὡς κόρη ἁγνή τήν Ἐκκλησία πού κάποτε ἦταν ἐθνική13, εὐλόγησε τοῦτον τόν ἀρραβώνα, καί ἕνωσε, καί διαφύλαξε τούς δούλους σου τούτους ὥστε νά ζοῦν εἰρηνικά καί μέ ὁμόνοια14.

Μέ δυνατή φωνή

Διότι σ᾿ Ἐσένα ἁρμόζει κάθε δόξα, τιμή καί προσκύνηση, στόν Πατέρα καί τόν Υἱό καί τό Ἅγιο Πνεῦμα, τώρα καί πάντοτε καί στούς ἀτελεύτητους αἰῶνες.
Ὁ Χορός· Ἀμήν (ἀλήθεια, ἔτσι εἶναι).
Ὕστερα, ἀφοῦ ὁ Ἱερέας λάβει τά δαχτυλίδια πού βρίσκονται στό δισκέλι* δίνει πρῶτα στόν ἄντρα τό χρυσό καί λέγει σ᾿ αὐτόν·
Ἀρραβωνίζεται ὁ δοῦλος τοῦ Θεοῦ (ὁ τάδε) τή δούλη τοῦ Θεοῦ (τήν τάδε) στό ὄνομα τοῦ Πατέρα, καί τοῦ Υἱοῦ, καί τοῦ Ἁγίου Πνεύματος. Ἀμήν (τρεῖς φορές).
Καί σχηματίζει Σταυρό μέ τό δαχτυλίδι πάνω ἀπό τό κεφάλι του.
----------------------------
* Τό δισκέλ(λ)ιον, κοιν. δισκέλ(λ)ι, ἦταν ἕνα μικρό βάθρο μέ δύο σκέλη, μιά μικρή βάση δηλ., πάνω στήν ὁποία ἦταν τοποθετημένα τά δύο δαχτυ λίδια τῶν μελλονύμφων. Οἱ δύο «δακτύλιοι», «χρυσοῦς» καί «ἀργυροῦς», «ἀπέκειντο ἐν τῷ δεξιῷ μέρει τῆς ἁγίας Τραπέζης» ἀπό πρίν πρός καθα γιασμό. Βλ. εἰσαγωγικό σημείωμα τῆς παρούσας Ἀκολουθίας καί τό ἀντί στοιχο σχόλ. ἀριθ. 3 (Σ.Μ.).
----------------------------
Ἔπειτα λέγει καί στή γυναίκα, ἀφοῦ λάβει τό ἀσημένιο δαχτυλίδι·
Ἀρραβωνίζεται ἡ δούλη τοῦ Θεοῦ (ἡ τάδε) τό δοῦλο τοῦ Θεοῦ (τόν τάδε) στό ὄνομα τοῦ Πατέρα, καί τοῦ Υἱοῦ, καί τοῦ Ἁγίου Πνεύματος. Ἀμήν (τρεῖς φορές).
Καί ὅταν πεῖ στόν καθένα τρεῖς φορές τό «ἀρραβωνίζεται», σχηματίζει Σταυρό μέ τό δαχτυλίδι πάνω ἀπό τά κεφάλια τους καί φοράει τά δαχτυλίδια στά δεξιά δάχτυλα τῶν νεονύμφων.
Ὕστερα ἀνταλλάσει (ἀλλάζει) τά δαχτυλίδια τῶν νεονύμφων ὁ Παράνυμφος (κουμπάρος)15.

Ὁ Διάκονος

Ἄς παρακαλέσουμε τόν Κύριο.
Ὁ Χορός· Κύριε, ἐλέησέ μας.

Ὁ Ἱερέας λέει τήν Εὐχή τούτη·

Κύριε ὁ Θεός μας, σύ πού συμπορεύτηκες καί ἦλθες στή Μεσοποταμία μαζί μέ τόν ὑπηρέτη τοῦ Πατριάρχη Ἀβραάμ, ὁ ὁποῖος (ὑπηρέτης) εἶχε ὡς ἀποστολή νά φέρει στόν κύριό του κατάλληλη νύφη γιά τόν Ἰσαάκ (ἤ· νά πάρει καί νά φέρει στόν κύριό του, τόν Ἰσαάκ, κατάλληλη γυναίκα)· σύ πού στήν προκείμενη περίπτωση ἔκαμες φανερό τό θέλημά σου (ἀποκάλυψες) νά μνηστευθεῖ ὁ Ἰσαάκ τή Ρεβέκκα μέ τή μεσολάβηση τοῦ γεγονότος τῆς ὕδρευσης, ὅταν δηλαδή ὁ ὑπηρέτης τοῦ Ἀβραάμ ζήτησε ἀπό τή Ρεβέκκα νερό νά ξεδιψάσει, ἐκείνη πρόθυμα καί μέ τό παραπάνω ἀνταποκρίθηκε16· Αὐτός ὁ ἴδιος, εὐλόγησε τόν ἀρραβώνα τῶν δούλων σου (τάδε) καί (τάδε) καί κάμε σταθερό τό λόγο, τήν ὁμολογία, πού εἰπώθηκε ἀπό αὐτούς, πώς ὁ ἕνας δηλαδή θέλει τόν ἄλλο17. Κάμε στερεό καί μόνιμο τό δεσμό τους μέ τή χάρη τῆς δικῆς σου ἅγιας ἑνότητας· διότι ἐσύ ἀπό τήν πρώτη ἀρχή δημιούργησες τό ἀρσενικό καί τό θηλυκό, τόν ἄντρα δηλαδή καί τή γυναίκα18, καί ἐσύ ἑνώνεις τή γυναίκα μέ τόν ἄντρα, γιά νά βοηθάει ὁ ἕνας τόν ἄλλο19 καί γιά νά ὑπάρχει διαδοχή, νά διαιωνίζεται δηλαδή τό γένος τῶν ἀνθρώπων20. Σύ ὁ ἴδιος λοιπόν, Κύριε ὁ Θεός μας, πού ἀπό ἀγάπη καί ἐνδιαφέρον ἀπέστειλες καί δίδαξες τήν ἀλήθεια στό ἀνθρώπινο γένος καί τό κατέστησες κληρονόμο τῆς βασιλείας σου· σύ πού πραγματοποίησες τήν ὑπόσχεσή σου, τήν ἐπαγγελία τῶν ἀγαθῶν σου, στούς πιστούς σου δούλους, τούς προπάτορές μας, στούς ἐκλεκτούς σου τῆς καθεμιᾶς ξεχωριστά γενιᾶς πού διαδέχεται τήν προηγούμενη, ρίξε εὐνοϊκό τό βλέμμα σου στό δοῦλο σου (τάδε) καί στή δούλη σου (τάδε) καί κάμε ὥστε νά εἶναι σταθερός ὁ ἀρραβώνας τους καί νά στηριχθεῖ στήν ἀμοιβαία πίστη, στή σύμπνοια, στήν εἰλικρίνεια καί στήν ἀγάπη21· διότι ἐσύ, Κύριε, φανέρωσες τή θέλησή σου νά δίνεται τό δαχτυλίδι τοῦ ἀρραβώνα καί σέ κάθε περίσταση σ᾿ αὐτό νά στηρίζονται οἱ ἄνθρωποι. Μέ δαχτυλίδι δόθηκε ἡ ἐξουσία στόν Ἰωσήφ στήν Αἴγυπτο22· μέ δαχτυλίδι δοξάστηκε ὁ Δανιήλ στή χώρα τῆς Βαβυλώνας23· μέ δαχτυλίδι φανερώθηκε ἡ ἀλήθεια τῆς Θάμαρ24· μέ δαχτυλίδι ὁ οὐράνιος Πατέρας μας ἔδειξε τήν εὐσπλαχνία του καί τή συμπάθειά του στόν ἄσωτο υἱό· «διότι λέει τό Εὐαγγέλιο· Δῶστε δαχτυλίδι στό χέρι του νά τό φοράει καί ἀφοῦ φέρετε τό μοσχάρι τό σιτευτό, αὐτό δηλ. πού τρέφουμε ξεχωριστά γιά κάποιο χαρμόσυνο γεγονός, σφάξτε το, καί ἀφοῦ φᾶμε, ἄς χαροῦμε καί ἄς διασκεδάσουμε»25. Αὐτό τό δεξί σου χέρι, Κύριε, ἔκαμε τό Μωϋσῆ νά στρατοπεδεύσει στήν Ἐρυθρά θάλασσα26· διότι μέ τό λόγο σου τό γνήσιο καί τόν ἀληθινό στερεώθηκαν οἱ οὐρανοί καί θεμελιώθηκε ἡ γῆ27· καί τό δεξί χέρι τῶν δούλων σου θά εὐλογηθεῖ μέ τό λόγο σου τό δυνατό καί τό βραχίονα σου τόν ὑψηλό28. Αὐτός ὁ ἴδιος λοιπόν καί τώρα, Δέσποτα, εὐλόγησε μέ τήν εὐλογία τῶν οὐρανῶν (μέ τή θεία εὐλογία) τό δακτυλοθέσιο τοῦτο· καί Ἄγγελος Κυρίου ἄς προπορεύεται μπροστά ἀπό τούς νεονύμφους ὅλες τίς ἡμέρες τῆς ζωῆς τους. Διότι ἐσύ εἶσαι αὐτός που εὐλογεῖς καί ἁγιάζεις τά σύμπαντα, καί σ᾿ ἐσένα ἀναπέμπουμε τή δόξα, στόν Πατέρα καί τόν Υἱό καί τό Ἅγιο Πνεῦμα, τώρα καί πάντοτε καί στούς ἀτελεύτητους αἰῶνες.
Ὁ Χορός· Ἀμήν (ἀλήθεια, ἔτσι εἶναι, ἔτσι ἄς γίνει)

Ὕστερα λέγεται ἡ Ἐκτενής ἱκεσία29 καί γίνεται ἡ Ἀπόλυση30.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΣΤΕΦΑΝΩΜΑΤΟΣ
ἤτοι
ΤΟΥ ΓΑΜΟΥ

Εἶ μὲν βούλονται ἐν ταὐτῷ στεφανωθῆναι, παραμένουσιν ἐν τῷ Ναῷ καὶ ἄρχεται ἡ ἀκολουθία τοῦ στεφανώματος. Εἰ δὲ μεθ᾿ ἡμέρας βούλονται στεφανωθῆναι, εἰσέρχονται ἐν τῷ Ναῷ ἐκ τοῦ νάρθηκος μετὰ κηρῶν ἁπτομένων, προπορευομένου τοῦ Ἱερέως μετὰ τοῦ θυμιατοῦ, καὶ ψάλλοντος τὸν ρκζ´ (127) Ψαλμόν.
Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον.

Ὁ Χορὸς ἐν ἑκάστῳ στίχῳ λέγει·

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Μακάριος εἶ, καὶ καλῶς σοι ἔσται.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν, κύκλῳ τῆς τραπέζης σου.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Εὐλογήσαι σε Κύριος ἐκ Σιών, καὶ ἴδοις τὰ ἀγαθὰ Ἱερουσαλὴμ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου. Εἰρήνη ἐπὶ τὸν Ἰσραήλ.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Εἶτα λέγει ὁ Διάκονος· Εὐλόγησον, Δέσποτα.
Ὁ Ἱερεύς, στραφεὶς κατὰ ἀνατολὰς καὶ ὑψῶν, ὡς συνήθως, τὸ ἅγιον Εὐαγγέλιον, ἐκφωνεῖ·
Εὐλογημένη ἡ Βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Κατὰ τὴν πασχάλιον περίοδον, ψάλλεται τὸ «Χριστὸς ἀνέστη» (γ´).
Ὁ Διάκονος λέγει τὴν Συναπτήν, ὁ δὲ Χορὸς μεθ᾿ ἑκάστην Δέησιν λέγει τό· Κύριε, ἐλέησον.
Ὁ Διάκονος· Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης, καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ἁγίου Οἴκου τούτου, καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ (τοῦδε) καὶ (τῆς δε), τῶν νῦν συναπτομένων ἀλλήλοις εἰς γάμου κοινωνίαν, καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ εὐλογηθῆναι τὸν γάμον τοῦτον, ὡς τὸν ἐν Κανᾷ τῆς Γαλιλαίας, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ παρασχεθῆναι αὐτοῖς σωφροσύνην, καὶ καρπὸν κοιλίας πρὸς τὸ συμφέρον, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ εὐφρανθῆναι αὐτοὺς ἐν ὁράσει υἱῶν καὶ θυγατέρων, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ δωρηθῆναι αὐτοῖς εὐτεκνίας ἀπόλαυσιν, καὶ ἀκατάγνωστον διαγωγήν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ δωρηθῆναι αὐτοῖς τε καὶ ἡμῖν πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ῥυσθῆναι αὐτούς τε καὶ ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὁ Χορός· Σοί, Κύριε.

Ὁ Ἱερεύς, ἐκφώνως·

Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Χορός· Κύριε, ἐλέησον.

Καὶ ὁ Ἱερεὺς λέγει μεγαλοφώνως τὴν

ΕΥΧΗΝ

Ὁ Θεὸς ὁ ἄχραντος, καὶ πάσης κτίσεως δημιουργός, ὁ τὴν πλευρὰν τοῦ προπάτορος Ἀδὰμ διὰ τὴν σὴν φιλανθρωπίαν εἰς γυναῖκα μεταμορφώσας, καὶ εὐλογήσας αὐτούς, καὶ εἰπών· «Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ κατακυριεύσατε τῆς γῆς», καὶ ἀμφοτέρους αὐτοὺς ἓν μέλος ἀναδείξας διὰ τῆς συζυγίας· ἕνεκεν γὰρ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται τῇ ἰδίᾳ γυναικί, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· καί, οὓς ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μή χωριζέτω· ὁ τὸν θεράποντά σου Ἀβραὰμ εὐλογήσας, καὶ διανοίξας τὴν μήτραν Σάῤῥας, καὶ πατέρα πλήθους ἐθνῶν ποιήσας· ὁ τὸν Ἰσαὰκ τῇ Ῥεβέκκᾳ χαρισάμενος, καὶ τὸν τόκον αὐτῆς εὐλογήσας· ὁ τὸν Ἰακὼβ τῇ Ῥαχὴλ συνάψας, καὶ ἐξ αὐτοῦ τοὺς δώδεκα Πατριάρχας, ἀναδείξας· ὁ τὸν Ἰωσὴφ καὶ τὴν Ἀσυνὲθ συζεύξας, καρπὸν παιδοποιΐας αὐτοῖς τὸν Ἐφραίμ, καὶ τὸν Μανασσῆν χαρισάμενος· ὁ τὸν Ζαχαρίαν καὶ τὴν Ἐλισάβετ προσδεξάμενος, καὶ Πρόδρομον τὸν τόκον αὐτῶν ἀναδείξας· ὁ ἐκ τῆς ῥίζης Ἰεσσαὶ τὸ κατὰ σάρκα βλαστήσας τὴν ἀειπάρθενον, καὶ ἐξ αὐτῆς σαρκωθεὶς καὶ τεχθεὶς εἰς σωτηρίαν τοῦ γένους τῶν ἀνθρώπων· ὁ διὰ τὴν ἄφραστόν σου δωρεὰν καὶ πολλὴν ἀγαθότητα παραγενόμενος ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ τὸν ἐκεῖσε γάμον εὐλογήσας, ἵνα φανερώσῃς ὅτι σὸν θέλημά ἐστιν ἡ ἔννομος συζυγία καὶ ἡ ἐξ αὐτῆς παιδοποιΐα. Αὐτός, Δέσποτα Πανάγιε, πρόσδεξαι τὴν δέησιν ἡμῶν τῶν ἱκετῶν σου, ὡς ἐκεῖσε καὶ ἐνταῦθα παραγενόμενος τῇ ἀοράτῳ σου ἐπιστασίᾳ· εὐλόγησον τὸν γάμον τοῦτον, καὶ παράσχου τοῖς δούλοις σου τούτοις (τῷ δεῖνι) καὶ (τῇ δεῖνι) ζωὴν εἰρηνικήν, μακροημέρευσιν, σωφροσύνην, τὴν εἰς ἀλλήλους ἀγάπην ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης, σπέρμα μακρόβιον, τὴν ἐπὶ τέκνοις χάριν, τὸν ἀμαράντινον τῆς δόξης στέφανον. Ἀξίωσον αὐτοὺς ἰδεῖν τέκνα τέκνων· τὴν κοίτην αὐτῶν ἀνεπιβούλευτον διατήρησον· καὶ δὸς αὐτοῖς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν, καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς· ἔμπλησον τοὺς οἴκους αὐτῶν σίτου, οἴνου καὶ ἐλέου καὶ πάσης ἀγαθωσύνης, ἵνα μεταδιδῶσι καὶ τοῖς χρείαν ἔχουσι, δωρούμενος ἅμα καὶ τοῖς συμπαροῦσι πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα. Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν καὶ φιλανθρωπίας ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Χορός· Κύριε, ἐλέησον.

Ὁ δὲ Ἱερεὺς ἐκφώνως τὴν

ΕΥΧΗΝ

Εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τοῦ μυστικοῦ καὶ ἀχράντου γάμου ἱερουργὸς καὶ τοῦ σωματικοῦ νομοθέτης, ὁ τῆς ἀφθαρσίας φύλαξ, καὶ τῶν βιοτικῶν ἀγαθὸς οἰκονόμος· αὐτὸς καὶ νῦν, Δέσποτα, ὁ ἐν ἀρχῇ πλάσας τὸν ἄνθρωπον, καὶ θέμενος αὐτὸν ὡς βασιλέα τῆς κτίσεως, καὶ εἰπών· «Οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον ἐπὶ τῆς γῆς· ποιήσωμεν αὐτῷ βοηθὸν κατ᾿· αὐτόν»· καὶ λαβὼν μίαν τῶν πλευρῶν αὐτοῦ, ἔπλασας γυναῖκα, ἣν ἰδὼν Ἀδὰμ εἶπε· «Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σάρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὕτη· ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν»· καὶ «οὓς ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω»· Αὐτὸς καὶ νῦν, Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, κατάπεμψον τὴν χάριν σου τὴν ἐπουράνιον ἐπί τούς δούλους σου τούτους (τὸν δεῖνα) καὶ (τὴν δεῖνα)· καὶ δὸς τῇ παιδίσκῃ ταύτῃ ἐν πᾶσιν ὑποταγῆναι τῷ ἀνδρί, καὶ τὸν δοῦλόν σου τοῦτον εἶναι εἰς κεφαλὴν τῆς γυναικός, ὅπως βιώσωσι κατὰ τὸ θέλημά σου. Εὐλόγησον αὐτούς, Κύριε, ὁ Θεὸς ἡμῶν, ὡς εὐλόγησας τὸν Ἀβραὰμ καὶ τὴν Σάῤῥαν. Εὐλόγησον αὐτούς, Κύριε ὁ Θεὸς ἡμῶν, ὡς εὐλόγησας τὸν Ἰσαὰκ καὶ τὴν Ῥεβέκκαν. Εὐλόγησον αὐτοὺς Κύριε ὁ Θεὸς ἡμῶν, ὡς εὐλόγησας τὸν Ἰακὼβ καὶ πάντας τοὺς πατριάρχας. Εὐλόγησον αὐτούς, Κύριε ὁ Θεὸς ἡμῶν, ὡς εὐλόγησας τὸν Ἰωσὴφ καὶ τὴν Ἀσυνέθ. Εὐλόγησον αὐτούς, Κύριε ὁ Θεὸς ἡμῶν, ὡς εὐλόγησας Μωσέα καὶ Σεπφόραν. Εὐλόγησον αὐτούς, Κύριε ὁ Θεὸς ἡμῶν, ὡς εὐλόγησας Ἰωακεὶμ καὶ τὴν Ἄνναν. Εὐλόγησον αὐτούς, Κύριε ὁ Θεὸς ἡμῶν, ὡς εὐλόγησας Ζαχαρίαν καὶ τήν Ἐλισάβετ. Διαφύλαξον αὐτούς, Κύριε ὁ Θεὸς ἡμῶν, ὡς διεφύλαξας τὸν Νῶε ἐν τῇ Κιβωτῷ. Διαφύλαξον αὐτούς, Κύριε ὁ Θεὸς ἡμῶν, ὡς διεφύλαξας τὸν Ἰωνᾶν ἐν τῇ κοιλίᾳ τοῦ κήτους. Διαφύλαξον αὐτούς, Κύριε ὁ Θεὸς ἡμῶν, ὡς διεφύλαξας τοὺς ἁγίους τρεῖς Παῖδας ἐκ τοῦ πυρός, καταπέμψας αὐτοῖς δρόσον οὐρανόθεν· καὶ ἔλθοι ἐπ᾿ αὐτοὺς ἡ χαρὰ ἐκείνη, ἣν ἔσχεν ἡ μακαρία Ἑλένη, ὅτε εὗρε τὸν τίμιον Σταυρόν. Μνημόνευσον αὐτῶν, Κύριε ὁ Θεὸς ἡμῶν, ὡς ἐμνημόνευσας τοῦ Ἐνώχ, τοῦ Σήμ, τοῦ Ἠλία. Μνημόνευσον αὐτῶν, Κύριε ὁ Θεὸς ἡμῶν, ὡς ἐμνημόνευσας τῶν ἁγίων σου Τεσσαράκοντα Μαρτύρων, καταπέμψας αὐτοῖς οὐρανόθεν τοὺς στεφάνους. Μνημόνευσον, Κύριε ὁ Θεὸς ἡμῶν, καὶ τῶν ἀναθρεψάντων αὐτοὺς γονέων· ὅτι εὐχαὶ γονέων στηρίζουσι θεμέλια οἴκων. Μνημόνευσον, Κύριε ὁ Θεὸς ἡμῶν, τῶν δούλων σου τῶν Παρανύμφων, τῶν συνελθόντων εἰς τὴν χαρὰν ταύτην. Μνημόνευσον, Κύριε ὁ Θεὸς ἡμῶν, τοῦ δούλου σου (τοῦδε) καὶ τῆς δούλης σου (τῆς δε), καὶ εὐλόγησον αὐτούς. Δὸς αὐτοῖς καρπὸν κοιλίας, καλλιτεκνίαν, ὁμόνοιαν ψυχῶν καὶ σωμάτων, Ὕψωσον αὐτοὺς ὡς τὰς κέδρους τοῦ Λιβάνου, ὡς ἄμπελον εὐκληματοῦσαν. Δώρησαι αὐτοῖς σπέρμα στάχυος, ἵνα, πᾶσαν αὐτάρκειαν ἔχοντες, περισσεύσωσιν εἰς πᾶν ἔργον ἀγαθὸν καὶ σοὶ εὐάρεστον, καὶ ἴδωσιν υἱοὺς τῶν υἱῶν αὐτῶν, ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης αὐτῶν· καὶ, εὐαρεστήσαντες ἐνώπιόν σου, λάμψωσιν ὡς φωστῆρες ἐν οὐρανῷ, ἐν σοὶ τῷ Κυρίῳ ἡμῶν· ᾧ πρέπει πᾶσα δόξα, κράτος, τιμή, καὶ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Χορός· Κύριε, ἐλέησον·

Καὶ πάλιν ὁ Ἱερεὺς τὴν Εὐχὴν ταύτην ἐκφώνως·

Ὁ Θεὸς ὁ ἅγιος, ὁ πλάσας ἐκ χοὸς τὸν ἀνθρωπον, καὶ ἐκ τῆς πλευρᾶς αὐτοῦ ἀνοικοδομήσας γυναῖκα, καὶ συζεύξας αὐτῷ βοηθὸν κατ᾿ αὐτόν, διὰ τὸ οὕτως ἀρέσαι τῇ σῇ μεγαλειότητι, μὴ μόνον εἶναι τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς· αὐτὸς καὶ νῦν, Δέσποτα, ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἅρμοσον (τούτου λεγομένου, ὁ Ἱερεὺς ἁρμόζει τὰς δεξιὰς τῶν νυμφευομένων) τὸν δοῦλον σου (τόν δε) καὶ τὴν δούλην σου (τήν δε), ὅτι παρὰ σοῦ ἁρμόζεται ἀνδρὶ γυνή. Σύζευξον αὐτοὺς ἐν ὁμοφροσύνῃ· στεφάνωσον αὐτοὺς εἰς σάρκα μίαν· χάρισαι αὐτοῖς καρπὸν κοιλίας, εὐτεκνίας ἀπόλαυσιν. Ὅτι σὸν τὸ κράτος, καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀιῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.

Καὶ λαβὼν ὁ Ἱερεὺς τὰ Στέφανα, στέφει πρῶτον τὸν Νυμφίον, λέγων·

Στέφεται ὁ δοῦλος τοῦ Θεοῦ (ὁ δεῖνα), τὴν δούλην τοῦ Θεοῦ (τήν δε), εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

Τοῦτο δὲ λέγει ἐκ τρίτου, ποιῶν σχῆμα Σταυροῦ.

Εἶτα στέφει καὶ τὴν Νύμφην, λέγων·

Στέφεται ἡ δούλη τοῦ Θεοῦ (ἡ δεῖνα), τὸν δοῦλον τοῦ Θεοῦ (τόν δε), εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

Καὶ τοῦτο τρίς, ὁμοίως.

Εἶτα τίθησι τὰ Στέφανα ἐπὶ τὰς κεφαλὰς τῶν Νυμφίων, ψάλλων ἐκ τρίτου·

Κύριε ὁ Θεὸς ἡμῶν, δόξῃ καὶ τιμῇ στεφάνωσον αὐτούς.
Ὁ Διάκονος· Πρόσχωμεν.

Ὁ Ἀναγνώστης·

Προκείμενον, Ἦχος πλ. δ´.
Ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτῶν στεφάνους ἐκ λίθων τιμίων.
Στίχ. Ζωὴν ᾐτήσαντό σε, καὶ ἔδωκας αὐτοῖς μακρότητα ἡμερῶν.
Ὁ Διάκονος· Σοφία.
Ὁ Ἀναγνώστης· Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα (Κεφ. ε´ 20-33).
Ὁ Διάκονος· Πρόσχωμεν.

Ὁ Ἀναγνώστης·

Ἀδελφοί, εὐχαριστεῖτε πάντοτε ὑπὲρ πάντων, ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ Θεῷ καὶ Πατρί, ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ. Αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε ὡς τῷ Κυρίῳ, ὅτι ὁ ἀνήρ ἐστι κεφαλὴ τῆς γυναικός, ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς Ἐκκλησίας, καὶ αὐτός ἐστι σωτὴρ τοῦ σώματος. Ἀλλ᾿ ὥσπερ ἡ Ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτω καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί. Οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν ἁγιάσῃ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν Ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ᾿ ἵνᾳ ᾗ ἁγία καὶ ἄμωμος. Οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας, ὡς τὰ ἑαυτῶν σώματα· ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ· οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλ᾿ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ Κύριος τὴν Ἐκκλησίαν· ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ, ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ· ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δὺο εἰς σάρκα μίαν. Τό μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν. Πλὴν καὶ ὑμεῖς οἱ καθ᾿ ἕνα, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.
Ὁ Ἱερεύς· Εἰρήνη σοι τῷ ἀναγινώσκοντι.

Ὁ Χορός·

Ἦχος πλ. α´.

Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.
Στίχ. Σύ, Κύριε, φυλάξαις ἡμᾶς καὶ διατηρήσαις ἡμᾶς.
Ὁ Διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.
Ὁ Χορός· Καί τῷ πνεύματί σου.
Ὁ Ἱερεύς· Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ Ἀνάγνωσμα. (Κεφ. β´ 1-11)
Ὁ Διάκονος· Πρόσχωμεν

Ὁ Ἱερεύς·

Τῷ καιρῷ ἐκείνῳ, γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ· ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον. Καί ὑστερήσαντος οἴνου, λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν· Οἶνον οὐκ ἔχουσι. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Τί ἐμοὶ καὶ σοί, γύναι; οὕπω ἥκει ἡ ὥρα μου. Λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις· Ὅ,τι ἂν λέγῃ ὑμῖν, ποιήσατε. Ἦσαν δὲ ἐκεῖ ὑδρίαι λίθιναι ἓξ κείμεναι κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Γεμίσατε τὰς ὑδρίας ὕδατος. Καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω. Καὶ λέγει αὐτοῖς· Ἀντλήσατε νῦν καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ. Καί ἤνεγκαν. Ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον (καὶ οὐκ ᾔδει πόθεν ἐστίν· οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ) φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος καὶ λέγει αὐτῷ· Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησι, καὶ ὅταν μεθυσθῶσι, τὸτε τὸν ἐλάσσω· σὺ δὲ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι. Ταύτην ἐποίησε τὴν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ Μαθηταὶ αὐτοῦ.
Ὁ Χορός· Δόξα σοι, Κύριε, δόξα σοι.

Καὶ εὐθύς, ὁ Διάκονος, τὴν Ἐκτενῇ·

Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς, καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.
Κύριε Παντοκράτορ, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, δεόμεθά σου ἐπάκουσον, καὶ ἐλέησον.
Ἐλέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου· δεόμεθά σου ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγίειας καὶ σωτηρίας τῶν δούλων σου (τοῦ δεῖνος) καὶ (τῆς δεῖνος) καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τῶν ἀπεκδεχομένων τὸ παρὰ σοῦ πλούσιον ἔλεος.
Ὁ Ἱερεύς, ἐκφώνως· Ὅτι ἐλεήμων, καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Χορός· Κύριε, ἐλέησον.

Καὶ ὁ Ἱερεὺς τὴν Εὐχὴν ταύτην·

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ ἐν τῇ σωτηριώδει σου οἰκονομίᾳ καταξιώσας ἐν Κανᾷ τῆς Γαλιλαίας τίμιον ἀναδεῖξαι τὸν γάμον, διὰ τῆς σῆς παρουσίας, αὐτὸς καὶ νῦν τοὺς δούλους σου (τὸν δεῖνα) καὶ (τὴν δεῖνα), οὕς ηὐδόκησας συναφθῆναι ἀλλήλοις, ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ διαφύλαξον. Τίμιον αὐτοῖς τὸν γάμον ἀνάδειξον· ἀμίαντον αὐτῶν τὴν κοίτην διατήρησον· ἀκηλίδωτον αὐτῶν τὴν συμβίωσιν διαμεῖναι εὐδόκησον· καὶ καταξίωσον αὐτοὺς ἐν γήρει πίονι καταντῆσαι, ἐν καθαρᾷ τῇ καρδίᾳ ἐργαζομένους τὰς ἐντολάς σου. Σὺ γὰρ εἶ ὁ Θεὸς ἡμῶν, Θεὸς τοῦ ἐλεεῖν καὶ σῴζειν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ὁ Διάκονος· Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Ὁ Χορός· Κύριε ἐλέησον.
Ὁ Διάκονος· Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Ὁ Χορός, μεθ᾿ ἑκάστην Δέησιν· Παράσχου, Κύριε.
Ὁ Διάκονος· Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν, καὶ εἰρήνην τῷ κόσμῳ, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν, ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Τὴν ἑνότητα τῆς πίστεως, καὶ τὴν κοινωνίαν τοῦ Ἁγίου Πνεύματος αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὁ Ἱερεύς, ἐκφώνως· Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παῤῥησίας, ἀκατακρίτως, τολμᾶν ἐπικαλεῖσθαί σε τὸν ἐπουράνιον Θεὸν Πατέρα, καὶ λέγειν.

Ὁ Ἀναγνώστης τὸ

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὁ Ἱερεύς, ἐκφώνως·

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.
Ὁ Χορός· Καί τῷ πνεύματί σου.
Ὁ Διάκονος· Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Ὁ Χορός· Σοί, Κύριε.

Εἶτα προσφέρεται τὸ κοινὸν ποτήριον.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Χορός· Κύριε, ἐλέησον.

Ὁ Ἱερεύς, εὐλογῶν τὸ ποτήριον, λέγει τὴν Εὐχὴν ταύτην·

Ὁ Θεός, ὁ πάντα ποιήσας τῇ ἰσχύϊ σου, καὶ στερεώσας τὴν οἰκουμένην, καὶ κοσμήσας τὸν στέφανον πάντων τῶν πεποιημένων ὑπὸ σοῦ, καὶ τὸ ποτήριον τὸ κοινὸν τοῦτο παρεχόμενος τοῖς συναφθεῖσι πρὸς γάμου κοινωνίαν, εὐλόγησον εὐλογίᾳ πνευματικῇ. Ὅτι ηὐλόγηταί σου τὸ ὄνομα, καὶ δεδόξασταὶ σου ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Εἶτα, λαβὼν ὁ Ἱερεὺς ἐπὶ χεῖρας τὸ κοινὸν ποτήριον, μεταδίδωσιν αὐτοῖς ἐκ γ´, πρῶτον τῷ ἀνδρί, καὶ αὖθις τῇ γυναικί, ψάλλων εἰς ἦχον α´.
Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.
Καὶ εὐθέως λαβὼν αὐτοὺς ὁ Ἱερεύς, τοῦ Παρανύμφου κρατοῦντος ὄπισθεν τοὺς στεφάνους, στρέφει ὡς ἐν σχήματι κύκλου περὶ τὸ ἐν τῷ μέσῳ τραπεζίδιον ἐκ τρίτου.

Καὶ ψάλλει ὁ Ἱερεὺς ἢ ὁ Χορὸς τὰ Τροπάρια·

Ἦχος πλ. α´.

Ἡσαΐα χόρευε· ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν Υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον· Ἀνατολὴ ὄνομα αὐτῷ· ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν.

Ἦχος βαρύς.

Ἅγιοι Μάρτυρες, οἱ καλῶς ἀθλήσαντες καὶ στεφανωθέντες, πρεσβεύσατε πρὸς Κύριον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα σοι Χριστὲ ὁ Θεός, Ἀποστόλων καύχημα, Μαρτύρων ἀγαλλίαμα, ὧν τὸ κήρυγμα. Τριὰς ἡ ὁμοούσιος.

Εἶτα ὁ Ἱερεὺς ἐπαίρει τοὺς στεφάνους· καὶ ἐπάρας τὸν στέφανον τοῦ Νυμφίου, λέγει·

Μεγαλύνθητι, Νυμφίε, ὡς ὁ Ἀβραὰμ, καὶ εὐλογήθητι ὡς ὁ Ἰσαάκ, καὶ πληθύνθητι ὡς ὁ Ἰακώβ, πορευόμενος ἐν εἰρήνῃ καὶ ἐργαζόμενος ἐν δικαιοσύνῃ τάς ἐντολὰς τοῦ Θεοῦ.

Καὶ ἐν τῷ τῆς Νύμφης λέγει·

Καὶ σύ, Νύμφη, μεγαλύνθητι ὡς ἡ Σάῤῥα, καὶ εὐφράνθητι ὡς ἡ Ῥεβέκκα, καὶ πληθύνθητι ὡς ἡ Ῥαχήλ, εὐφραινομένη τῷ ἰδίῳ ἀνδρί, φυλάττουσα τοὺς ὅρους τοῦ νόμου, ὅτι οὕτως ηὐδόκησεν ὁ Θεός.
Εἶτα λέγει ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Χορός· Κύριε, ἐλέησον.

Καὶ ὁ Ἱερεὺς τὴν Εὐχὴν ταύτην·

Ὁ Θεὸς, ὁ Θεὸς ἡμῶν, ὁ παραγενόμενος ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ τὸν ἐκεῖσε γάμον εὐλογήσας, εὐλόγησον καὶ τοὺς δούλους σου τούτους, τοὺς τῇ σῇ προνοίᾳ πρὸς γάμου κοινωνίαν συναφθέντας. Εὐλόγησον αὐτῶν εἰσόδους καὶ ἐξόδους· πλήθυνον ἐν ἀγαθοῖς τὴν ζωὴν αὐτῶν· ἀνάλαβε (ἐνταῦθα ὁ Ἱερεὺς αἴρει τοὺς στεφάνους ἀπὸ τῶν κεφαλῶν τῶν Νυμφίων, καὶ τίθησιν αὐτοὺς ἐπὶ τῆς τραπέζης) τοὺς στεφάνους αὐτῶν ἐν τῇ Βασιλείᾳ σου, ἀσπίλους καὶ ἀμώμους καὶ ἀνεπιβουλεύτους διατηρῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.
Ὁ Χορός· Καὶ τῷ πνεύματί σου.
Ὁ Διάκονος· Τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.
Ὁ Χορός· Σοί, Κύριε.

Καὶ εὔχεται ὁ Ἱερεύς·

Ὁ Πατήρ, ὁ Υἱὸς καὶ τὸ Ἅγιον Πνεῦμα, ἡ παναγία καὶ ὁμοούσιος καὶ ζωαρχικὴ Τριάς, ἡ μία Θεότης καὶ Βασιλεία, εὐλογήσαι ὑμᾶς, καὶ παράσχοι ὑμῖν μακροζωΐαν, εὐτεκνίαν, προκοπὴν βίου καὶ πίστεως, καὶ ἐμπλήσαι ὑμᾶς πάντων τῶν ἐπὶ γῆς ἀγαθῶν, ἀξιώσαι δὲ ὑμᾶς καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν τῆς ἀπολαύσεως, πρεσβείαις τῆς ἁγίας Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων.
Ὁ Χορός· Ἀμήν.
Εἶτα εἰσέρχονται καὶ εὔχονται αὐτοῖς. Καὶ ἀσπασαμένων ἀλλήλους, γίνεται παρὰ τοῦ Ἱερέως τελεία Ἀπόλυσις οὕτως·
Ὁ Ἱερεύς· Δόξα σοι, ὁ Θεὸς, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
Ὁ Διάκονος· Δόξα, Καί νῦν. Κύριε, ἐλέησον (γ´). Πάτερ ἅγιε, εὐλόγησον.

Ὁ Ἱερεύς·

Ὁ διὰ τῆς ἐν Κανᾷ ἐπιδημίας τίμιον ἀναδείξας τὸν γάμον, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου αὐτοῦ Μητρός, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων θεοστέπτων βασιλέων καὶ ἰσαποστόλων Κωνσταντίνου καὶ Ἑλένης, τοῦ ἁγίου μεγαλομάρτυρος Προκοπίου, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων...
Ὁ Χορός· Ἀμήν.

ΑΚΟΛΟΥΘΙΑ
ΤΟΥ ΣΤΕΦΑΝΩΜΑΤΟΣ

δηλαδή
ΤΟΥ ΓΑΜΟΥ

Ἐάν οἱ νεόνυμφοι θέλουν τήν ἴδια ὥρα1 νά στεφανωθοῦν, παραμένουν μέσα στό Ναό καί ἀρχίζει ἡ ἀκολουθία τοῦ στεφανώματος. Ἐάν ὅμως οἱ νεόνυμφοι θέλουν νά στεφανωθοῦν ὕστερα ἀπό ἡμέρες (ἀργότερα), στήν περίπτωση αὐτή μπαίνουν στό Ναό ἀπό τό νάρθηκα2 (πρόναο) μέ ἀναμμένα κεριά, ἐνῶ προπορεύεται ὁ Ἱερέας μέ τό θυμιατό καί ψάλλει τόν 127ο (ρκζ´) Ψαλμό3.
Μακάριοι εἶναι ὅλοι ὅσοι φοβοῦνται τόν Κύριο4.
Ὁ Χορός τῶν ψαλτῶν πού ἐκπροσωπεῖ τό λαό μετά ἀπό κάθε στίχο τοῦ Ψαλμοῦ λέγει·
Σ᾿ Ἐσένα, Θεέ μας, ταιριάζει δόξα ἀπό μέρους μας γιά τήν ἀνεκτίμητη διδασκαλία σου πού περιέχεται στά βιβλία τῆς Ἁγίας Γραφῆς.
Μακάριοι ὅσοι βαδίζουν στό δρόμο τοῦ Θεοῦ καί τηροῦν τίς ἐντολές του.
Τούς κόπους τούς δικούς σου θά ἀπολαμβάνεις ἐσύ πού ἔχεις φόβο Θεοῦ.
Μακάριος εἶσαι ἐσύ πού ἔχεις φόβο Θεοῦ καί ὅλα θά σοῦ βγαίνουν σέ καλό.
Ἡ γυναίκα σου σάν πλούσια κληματαριά5 θά εἶναι στούς χώρους τοῦ σπιτιοῦ σου.
Τά παιδιά σου θά κάθονται γύρω στό τραπέζι σου σάν νεόφυτα ἐλαιόδεντρα6.
Πρόσεξε· αὐτή τήν εὐλογία θά ἔχει ὁ ἄνθρωπος ὁ φοβούμενος τόν Κύριο.
Εἴθε νά σέ εὐλογήσει ὁ Κύριος ἀπό τή Σιών7 καί εἴθε νά ἀπολαύσεις τά ἀγαθά τῆς Ἱερουσαλήμ8 σ᾿ ὅλες τίς ἡμέρες τῆς ζωῆς σου.
Εἴθε νά δεῖς τέκνα τῶν τέκνων σου. Εἴθε νά βασιλεύει εἰρήνη στό λαό τοῦ Ἰσραήλ9.
Μετά τήν τελευταία δοξαστική ἀναφώνηση τοῦ Χοροῦ λέγει ὁ Διάκονος·
Εὐλόγησε, (Δοξολόγησε, δῶσε τήν εὐλογία σου) Δέσποτα.
Ὁ Ἱερέας, ἀφοῦ στραφεῖ πρός τήν ἀνατολή καί ὑψώνοντας, κατά τή συνήθεια, τό ἅγιο Εὐαγγέλιο, λέγει μέ δυνατή φωνή.
Ἄς εἶναι εὐλογημένη ἡ Βασιλεία τοῦ Τριαδικοῦ Θεοῦ, τοῦ Πατέρα καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, τώρα καί πάντοτε καί στούς ἀτελεύτητους αἰῶνες.
Ὁ Χορός· Ἀμήν (= ἀλήθεια, ἔτσι ἄς γίνει).
Κατά τήν πασχαλινή περίοδο ψάλλεται τό «Χριστός ἀνέστη» (τρεῖς φορές).
Ὁ Διάκονος λέγει τή Συναπτή10 καί ὁ Χορός ὕστερα ἀπό κάθε Δέηση λέγει τό Κύριε, ἐλέησον (= ἐλέησέ μας, χάρισέ μας τό ἔλεος πού σοῦ ζητοῦμε).

Ὁ Διάκονος

Ἄς παρακαλέσουμε τόν Κύριο μέ ἡσυχία, μέ εἰρήνη καί ψυχική ἠρεμία καί γαλήνη.
Ἄς παρακαλέσουμε τόν Κύριο νά μᾶς χαρίσει τή δική του εἰρήνη πού γαληνεύει τή συνείδησή μας καί συντελεῖ στή σωτηρία τῶν ψυχῶν μας· γι᾿ αὐτή τήν εἰρήνη καί γιά τή σωτηρία τῶν ψυχῶν μας ἄς παρακαλέσουμε τόν Κύριο.
Ἄς παρακαλέσουμε τόν Κύριο νά χαρίσει εἰρήνη σ᾿ ὅλο τόν κόσμο, σταθερότητα πίστεως στίς ἅγιες Ἐκκλησίες τοῦ Θεοῦ καί ἕνωση ὅλων τῶν ἀνθρώπων.
Ἄς παρακαλέσουμε τόν Κύριο νά διαφυλάγει ἀπό κάθε κακό τόν ἅγιο τοῦτο Οἶκο τοῦ Θεοῦ καί νά προστατεύει ὅλους τούς Χριστιανούς πού εἰσέρχονται στό ναό αὐτό μέ πίστη, μέ εὐλάβεια καί μέ φόβο Θεοῦ.
Ἄς παρακαλέσουμε τόν Κύριο γιά τόν Ἀρχιεπίσκοπό μας (ἐδῶ μνημονεύεται τό ὄνομά του), γιά τούς καλούς ἱερεῖς μας, γιά ὅσους διακονοῦν «ἐν Χριστῷ», γιά ὅλο γενικά τόν κλῆρο καί τό λαό.
Ἄς παρακαλέσουμε τόν Κύριο γιά τούς δούλους τοῦ Θεοῦ (τόν τάδε καί τήν τάδε· στό σημεῖο αὐτό μνημονεύονται τά ὀνόματα τῶν νεονύμφων) πού συνδέονται αὐτή τή στιγμή μεταξύ τους μέ τό σύνδεσμο τοῦ γάμου, καί γιά τή σωτηρία τους.
Ἄς παρακαλέσουμε τόν Κύριο νά εὐλογήσει αὐτό τό γάμο, ὅπως εὐλόγησε ἐκεῖνον στήν Κανά τῆς Γαλιλαίας.
Ἄς παρακαλέσουμε τόν Κύριο νά χαρίσει σ᾿ αὐτούς σωφροσύνη (= σύνεση, φρονιμάδα) καί καρποφορία (= γέννηση τέκνων) γιά τό καλό τους, τήν εὐτυχία τους καί τή σωτηρία τους.
Ἄς παρακαλέσουμε τόν Κύριο νά εὐφρανθοῦν (νά νιώσουν χαρά καί εὐχαρίστηση) οἱ νεόνυμφοι βλέποντας (ἀποκτώντας) γιούς καί θυγατέρες.
Ἄς παρακαλέσουμε τόν Κύριο νά δώσει στούς νεονύμφους νά ἀπολαύσουν τή χαρά πολλῶν καί καλῶν τέκνων, καί νά τούς χαρίσει διαγωγή ἀνεπίληπτη.
Ἄς παρακαλέσουμε τόν Κύριο νά ἱκανοποιήσει ὅλα τά αἰτήματα πού ἀφοροῦν στή σωτηρία τόσο τῶν νεονύμφων ὅσο καί τή δική μας.
Ἄς παρακαλέσουμε τόν Κύριο νά φυλάξει καί νά προστατεύσει τούς νεονύμφους καί ἐμᾶς ἀπό κάθε λύπη, ὀργή, κίνδυνο καί ἀνάγκη (= δύσκολη περίσταση).
Σύ, Κύριε, πού εἶσαι ὁ Θεός μας, βοήθησέ μας, σῶσε μας, ἐλέησέ μας καί διαφύλαξέ μας μέ τή δική σου χάρη.
Ἀφοῦ πρῶτα φέρουμε στή μνήμη μας τήν Παναγία, τήν ἄχραντη καί ἀμόλυντη, τήν πάρα πολύ εὐλογημένη, τήν ἔνδοξη, τή Δέσποινά μας καί κυρία Θεοτόκο, καί ἀειπάρθενη (= πάντοτε ἁγνή) Μαρία, καί ὅλους τούς ἁγίους, ἄς ἐμπιστευθοῦμε στόν Κύριο καί Θεό μας τούς ἑαυτούς μας καί τούς ἄλλους ἀδελφούς μας καί ὅλη μας τή ζωή.
Ὁ Χορός· Σ᾿ Ἐσένα, Κύριε, ἐμπιστευόμαστε τά πάντα.

Ὁ Ἱερέας, μέ δυνατή φωνή·

Διότι σ᾿ Ἐσένα ἁρμόζει κάθε δόξα, τιμή καί προσκύνηση, στόν Πατέρα καί τόν Υἱό καί τό Ἅγιο Πνεῦμα, τώρα καί πάντοτε καί στούς ἀτέλειωτους αἰῶνες.
Ὁ Χορός· Ἀμήν (= ἀλήθεια, ἔτσι εἶναι).

Ὁ Διάκονος

Ἄς παρακαλέσουμε τόν Κύριο.
Ὁ Χορός· Κύριε, ἐλέησέ μας.

Καί ὁ Ἱερέας λέγει μεγαλοφώνως τήν Εὐχή·

Ὁ Θεός ὁ ἄχραντος (ὁ ἀναμάρτητος) καί δημιουργός ὅλης τῆς κτίσης (τοῦ σύμπαντος) πού ἀπό τή μεγάλη σου ἀγάπη πρός τόν ἄνθρωπο μεταμόρφωσες τήν πλευρά τοῦ προπάτορά μας Ἀδάμ σέ γυναίκα καί ἀφοῦ εὐλόγησες τούς πρωτόπλαστους τούς εἶπες· «Νά αὐξάνεστε σέ ἀριθμό, νά πολλαπλασιάζεστε καί νά γίνετε κυρίαρχοι στή γῆ» καί τούς παρουσίασες καί τούς δύο αὐτούς ὡς ἕνα μέλος μέ τή σύζευξη· διότι γι᾿ αὐτή τή σύζευξη θά ἐγκαταλείψει ὁ ἄνθρωπος τόν πατέρα του καί τή μητέρα του καί θά προσκολληθεῖ στήν ἴδια τή γυναίκα του καί θά γίνουν οἱ δυό τους μία σάρκα (ἕνα σῶμα)· καί αὐτούς πού σύνδεσε μέ τό δεσμό τοῦ γάμου ὁ Θεός, ὁ ἄνθρωπος νά μήν τούς χωρίζει11· Σύ πού εὐλόγησες τόν πιστό σου δοῦλο Ἀβραάμ καί ἔκαμες τή Σάρρα νά τεκνοποιήσει καί κατέστησες τόν Ἀβραάμ πατέρα (γενάρχη) πλήθους ἐθνῶν· Σύ πού χάρισες στή Ρεβέκκα τόν Ἰσαάκ καί εὐλόγησες τό γόνο της· Σύ πού ἕνωσες μέ γάμο τόν Ἰακώβ μέ τή Ραχήλ καί ἀνέδειξες αὐτόν (τόν Ἰακώβ) γενάρχη τῶν δώδεκα Πατριαρχῶν· Σύ πού συνέζευξες τόν Ἰωσήφ καί τήν Ἀσυνέθ καί χάρισες σ᾿ αὐτούς τόν Ἐφραίμ καί τόν Μανασσῆ ὡς καρπούς τῆς τεκνογονίας τους· Σύ πού ἐκδήλωσες τήν ἀγάπη σου στό Ζαχαρία καί τήν Ἐλισάβετ καί ἀνέδειξες τό τέκνο τους (τόν Ἰωάννη) Πρόδρομο τοῦ Χριστοῦ· Σύ πού ἀπό τό γένος τοῦ Ἰεσσαί ἔκαμες νά βλαστήσει (προέλθει) σαρκικῶς ἡ ἀειπάρθενος Μαρία καί ἀπό αὐτή σαρκώθηκες καί γεννήθηκες ὁ ἴδιος προκειμένου νά σώσεις τό γένος τῶν ἀνθρώπων12· Σύ πού ἀπό ὑπερβολική ἀγάπη (ἀνέκφραστη δωρεά) καί ἀπό πολλή ἀγαθότητα (καλοσύνη) ἦρθες στήν Κανά τῆς Γαλιλαίας καί εὐλόγησες τό γάμο πού ἔγινε ἐκεῖ, γιά νά κάνεις φανερό στούς ἀνθρώπους ὅτι δικό σου θέλημα εἶναι ἡ νόμιμη σύζευξη τοῦ ἄνδρα καί τῆς γυναίκας καί ἡ συνακόλουθη τεκνοποιία. Σύ ὁ ἴδιος, Πανάγιε Δέσποτα, δέξου μέ συγκατάβαση τή δέηση ἡμῶν πού σέ ἱκετεύουμε (παρακαλοῦμε), ἀφοῦ ὅπως ἐκεῖ (στήν Κανά) παραστεῖς καί ἐδῶ, μέ τήν ἀόρατη παρουσία σου13· εὐλόγησε αὐτό τό γάμο καί χάρισε14 σ᾿ αὐτούς ἐδῶ τούς δούλους σου (τόν τάδε) καί (τήν τάδε) εἰρηνική ζωή, μακροημέρευση (μακροζωία), φρονιμάδα, νά ἔχουν ἀγάπη μεταξύ τους καί νά εἶναι μονοιασμένοι, μακροχρόνια γονιμότητα, τή χαρά τῆς τεκνογονίας, τό ἀμάραντο στεφάνι τῆς δόξας. Ἀξίωσέ τους νά ἰδοῦν τέκνα τῶν τέκνων τους (ἐγγόνια)· διατήρησε τή νυφική τους κλίνη (τό νυφικό κρεβάτι) ἀμόλυντη ἀπό κάθε ἐπιβουλή (συζυγική ἀπάτη)15· καί χάρισέ τους ἀγαθά οὐράνια, ἀγαθά πού ἐπιδαψιλεύει (χορηγεῖ ἄφθονα) ἡ δική σου χάρη καί εὐλογία, καθώς καί ἀγαθά ἐπίγεια, ἀγαθά πού παράγει ἄφθονα ἡ γῆ16· γέμισε τούς χώρους τῆς οἰκίας (τό σπίτι) τῶν νεονύμφων μέ ἐπίγεια ἀγαθά, μέ σιτάρι, κρασί καί λάδι καί μέ ὅλα τά καλά, γιά νά δίνουν ἀπ᾿ αὐτά καί σ᾿ ὅσους ἔχουν ἀνάγκη17, ἱκανοποιώντας ταυτόχρονα ὅλα τά αἰτήματα, πού ἔχουν σχέση μέ τή σωτηρία, καί ὅλων αὐτῶν πού εἶναι παρόντες σ᾿ αὐτό ἐδῶ τό γάμο18. Καί σέ παρακαλοῦμε γιά ὅλα αὐτά, διότι Ἐσύ εἶσαι Θεός πού δείχνεις ἔλεος καί εὐσπλαχνία καί ἀγαπᾶς τούς ἀνθρώπους καί σ᾿ Ἐσένα ἀναπέμπουμε τή δόξα καί στόν Πατέρα σου πού δέν ἔχει ἀρχή καί στό πανάγιο καί ἀγαθό καί ζωοποιό σου (πού δίνει ζωή) Πνεῦμα, τώρα καί πάντοτε καί στούς ἀπέραντους αἰῶνες.
Ὁ Χορός· Ἀμήν (ἀλήθεια, ἔτσι εἶναι, ἔτσι ἄς γίνει).

Ὁ Διάκονος

Ἄς παρακαλέσουμε τόν Κύριο.
Ὁ Χορός· Κύριε, ἐλέησέ μας.

Καί ὁ Ἱερέας μέ δυνατή φωνή (λέγει) τήν Εὐχή

Ἄξιος εὐλογίας εἶσαι, Κύριε ὁ Θεός μας, Σύ πού μέ τρόπο θεῖο καί ἱερό τέλεσες (πραγματοποίησες) τό μυστικό καί ἄχραντο (ἁγνό) γάμο σου μέ τήν Ἐκκλησία19 καί νομοθέτησες τό σωματικό (σαρκικό) γάμο, Σύ πού εἶσαι ὁ φύλακας τῆς ἁγνότητας καί ὁ ἀγαθός οἰκονόμος (χορηγός) τῶν ὑλικῶν ἀγαθῶν· καί τώρα, Δέσποτα, Σύ ὁ ἴδιος πού ἔπλασες ἀρχικά τόν ἄνθρωπο καί τόν ἔκαμες (κατέστησες) κυρίαρχο τῆς κτίσεως καί εἶπες· «Δέν εἶναι ὡραῖο νά εἶναι μόνος του ὁ ἄνθρωπος πάνω στή γῆ· ἄς δημιουργήσουμε γιά χάρη του, γιά τό καλό του ἕνα βοηθό ὅμοιο μ᾿ αὐτόν»· καί, ἀφοῦ ἔλαβες μιά ἀπό τίς πλευρές του, ἔπλασες τή γυναίκα, πού ὅταν τήν εἶδε ὁ Ἀδάμ εἶπε· «Αὐτό τό πλάσμα πού βλέπω τώρα εἶναι μέρος ἀπό τά ὀστά μου (κόκαλο ἀπό τά κόκαλά μου) καί σάρκα ἀπό τή σάρκα μου· αὐτό τό πλάσμα θά κληθεῖ (θά ὀνομαστεῖ) γυναίκα, γιατί ἀπό τόν ἄντρα της ἔγινε (προῆλθε)20· γι᾿ αὐτό τό πλάσμα θά ἐγκαταλείψει ὁ ἄνθρωπος τόν πατέρα του καί τή μητέρα του καί θά προσκολληθεῖ (ἀφοσιωθεῖ) στή γυναίκα του καί θά γίνουν οἱ δυό τους μιά σάρκα (θά ἑνωθοῦν σωματικά)»21· καί «αὐτούς πού ὁ Θεός ἕνωσε μέ τό δεσμό τοῦ γάμου, ὁ ἄνθρωπος (κανένας ἄνθρωπος) νά μήν τούς χωρίζει»22· Σύ ὁ ἴδιος καί τώρα (αὐτή τή στιγμή), Δέσποτα Κύριε, ὁ Θεός μας, στεῖλε ἀπό ψηλά τήν ἐπουράνια χάρη σου σ᾿ αὐτούς ἐδῶ τούς δούλους σου (τόν τάδε) καί (τήν τάδε)· καί δῶσε (κάμε) ὥστε αὐτή ἐδῶ ἡ νεαρή δούλη σου νά ὑποταχθεῖ καθ᾿ ὅλα στόν ἄντρα της καί αὐτός ἐδῶ ὁ δοῦλος σου νά εἶναι ἡ κεφαλή τῆς γυναίκας του23, γιά νά ζήσουν σύμφωνα μέ τό θέλημά σου. Ε ὐλόγησέ τους, Κύριε, ὁ Θεός μας, ὅπως εὐλόγησες τόν Ἀβραάμ καί τή Σάρρα. Εὐλόγησέ τους, Κύριε, ὁ Θεός μας, ὅπως εὐλόγησες τόν Ἰσαάκ καί τή Ρεβέκκα. Εὐλόγησέ τους, Κύριε, ὁ Θεός μας, ὅπως εὐλόγησες τόν Ἰακώβ καί ὅλους τούς πατριάρχες. Εὐλόγησέ τους, Κύριε, ὁ Θεός μας, ὅπως εὐλόγησες τόν Ἰωσήφ καί τήν Ἀσυνέθ. Εὐλόγησέ τους, Κύριε, ὁ Θεός μας, ὅπως εὐλόγησες τό Μωϋσῆ καί τή Σεπφόρα. Εὐλόγησέ τους, Κύριε, ὁ Θεός μας, ὅπως εὐλόγησες τόν Ἰωακείμ καί τήν Ἄννα. Εὐλόγησέ τους, Κύριε, ὁ Θεός μας, ὅπως εὐλόγησες τό Ζαχαρία καί τήν Ἐλισάβετ24. Διαφύλαξέ τους, Κύριε, ὁ Θεός μας, ὅπως διαφύλαξες τό Νῶε μέσα στήν Κιβωτό. Διαφύλαξέ τους, Κύριε, ὁ θεός μας, ὅπως διαφύλαξες τόν Ἰωνᾶ μέσα στήν κοιλιά τοῦ θαλάσσιου κήτους (ὑπερμεγέθους ψαριοῦ). Διαφύλαξέ τους, Κύριε, ὁ Θεός μας, ὅπως διαφύλαξες τούς ἅγιους τρεῖς Παῖδες (νεανίες) ἀπό τή φωτιά τοῦ καμινιοῦ στέλνοντας σ᾿ αὐτούς δροσιά ἀπό τόν οὐρανό· καί ἄς νιώσουν αὐτοί (οἱ νεόνυμφοι) τή χαρά ἐκείνη πού ἔνιωσε ἡ μακάρια Ἑλένη, ὅταν βρῆκε τόν τίμιο Σταυρό. Θυμήσου, Κύριε, ὁ Θεός μας, τούς νεονύμφους, ὅπως θυμήθηκες καί δέν ἐγκατέλειψες στίς δύσκολες στιγμές τόν Ἐνώχ, τό Σήμ, τόν Ἠλία. Θυμήσου, Κύριε ὁ Θεός μας, αὐτούς, ὅπως θυμήθηκες καί δέν ξέχασες κατά τήν ὥρα τοῦ μαρτυρίου τούς ἁγίους σου Σαράντα Μάρτυρες, στέλνοντας σ᾿ αὐτούς ἀπό τόν οὐρανό τά στεφάνια τῆς νίκης25. Θυμήσου, Κύριε ὁ Θεός μας, καί τούς γονεῖς τῶν νεονύμφων πού τούς ἀνάθρεψαν· γιατί οἱ εὐχές τῶν γονιῶν στηρίζουν τά θεμέλια τοῦ σπιτικοῦ τῶν νεονύμφων26. Θυμήσου, Κύριε ὁ Θεός μας, τούς δούλους σου πού ἀνταλλάζουν τά στεφάνια (τούς κουμπάρους), τούς δούλους σου πού συναθροίστηκαν (συγκεντρώθηκαν) σ᾿ αὐτήν ἐδῶ τή χαρά τοῦ γάμου. Θυμήσου, Κύριε ὁ Θεός μας, τό δοῦλο σου (τάδε) καί τή δούλη σου (τάδε) καί εὐλόγησέ τους. Κάμε τους νά καρποφορήσουν (χάρισέ τους καρποφορία), νά ἀποκτήσουν καλά καί ὡραῖα τέκνα, νά ἔχουν ὁμόνοια ψυχῶν καί σωμάτων (νά εἶναι μιά ψυχή καί ἕνα σῶμα). Ὕψωσέ τους σάν τίς κέδρους τοῦ Λιβάνου27 καί σάν ἀμπέλι μέ ὡραῖα κλήματα. Δώρησέ τους ἄφθονα ὑλικά ἀγαθά, γιά νά μποροῦν ἔτσι, ἔχοντας οἱ ἴδιοι κάθε αὐτάρκεια (ἐπαρκώντας στίς δικές τους ἀνάγκες), νά προκόβουν σέ κάθε καλό ἔργο καί εὐχάριστο (ἀρεστό) σ᾿ Ἐσένα28, καί ἀξίωσέ τους νά ἰδοῦν παιδιά τῶν παιδιῶν τους σάν νεόφυτα λιόδεντρα γύρω στό τραπέζι τους· καί ἀφοῦ γίνουν, μέ τόν τρόπο τῆς ζωῆς τους, εὐάρεστοι (ἀρεστοί) ἐνώπιόν σου, κάμε τους νά λάμψουν σάν φωστῆρες (πηγές φωτός, λαμπτῆρες) στόν οὐρανό, κοντά σ᾿ Ἐσένα πού εἶσαι ὁ Κύριός μας· στόν ὁποῖο ἀνήκει κάθε δόξα, δύναμη, τιμή καί προσκύνηση, τώρα καί πάντοτε καί στούς ἀτέλειωτους αἰῶνες.
Ὁ Χορός· Ἀμήν.

Ὁ Διάκονος

Ἄς παρακαλέσουμε τόν Κύριο.
Ὁ Χορός· Κύριε, κάμε τό ἔλεός σου.

Καί πάλι ὁ Ἱερέας λέγει μεγαλοφώνως τήν Εὐχή.

Ὁ Θεός ὁ ἅγιος, Σύ πού ἔπλασες ἀπό χῶμα τόν ἄνθρωπο (Ἀδάμ) καί δημιούργησες ἀπό τήν πλευρά του γυναίκα (τήν Εὔα) καί τή συνέδεσες μ᾿ αὐτόν ὡς βοηθό του ὅμοια μ᾿ αὐτόν, ἐπειδή ἔτσι ἄρεσε στή δική σου μεγαλειότητα, νά μήν εἶναι δηλαδή μόνος του ὁ ἄνθρωπος ἐπάνω στή γῆ29. Σύ ὁ ἴδιος καί τώρα, Δέσποτα, ἅπλωσε τό χέρι σου ἀπό τό ἅγιο κατοικητήριό σου30 καί σύνδεσε* τό δοῦλο σου (τάδε) καί τή δούλη σου (τάδε), διότι Ἐσύ εἶσαι ἐκεῖνος πού ἑνώνεις τή γυναίκα μέ τόν ἄνδρα31. Σύζευξέ τους μέ ὁμόνοια· στεφάνωσέ τους ὥστε νά ἀποτελέσουν μιά σάρκα (ἕνα σῶμα)· χάρισέ τους γονιμότητα καί καρποφορία, (δῶσε τους) νά ἀπολαύσουν καλά καί πολλά τέκνα. Διότι δική σου εἶναι ἡ δύναμη καί δική σου εἶναι ἡ βασιλεία καί ἡ ἰσχύς (ἐξουσία) καί ἡ δόξα, τοῦ Πατέρα καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, τώρα καί πάντοτε καί στούς ἀτελεύτητους αἰῶνες.
Ὁ Χορός· Ἀμήν.
----------------------------
* Τή στιγμή πού ὁ Ἱερέας λέγει τοῦτο ἑνώνει (ἐφάπτει) τά δεξιά χέρια αὐτῶν πού νυμφεύονται.
----------------------------
Καί ἀφοῦ λάβει ὁ Ἱερέας τά Στέφανα, στεφανώνει πρῶτα τό Νυμφίο (γαμπρό) λέγοντας·
Στεφανώνεται ὁ δοῦλος τοῦ Θεοῦ (τάδε) τή δούλη τοῦ Θεοῦ (τάδε), στό ὄνομα τοῦ Πατέρα, καί τοῦ Υἱοῦ, καί τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.
Καί αὐτό τό λέγει τρεῖς φορές κάνοντας μέ τά στέφανα σχῆμα Σταυροῦ.
Ἔπειτα στεφανώνει καί τή Νύμφη (νύφη) λέγοντας·
Στεφανώνεται, ἡ δούλη τοῦ Θεοῦ (τάδε) τό δοῦλο τοῦ Θεοῦ (τάδε), στό ὄνομα τοῦ Πατέρα, καί τοῦ Υἱοῦ, καί τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.
Καί τοῦτο τρεῖς φορές, κατά τόν ἴδιο τρόπο.
Ἔπειτα θέτει τά Στέφανα ἐπάνω στά κεφάλια τοῦ ζεύγους τῶν νεονύμφων32 ψάλλοντας τρεῖς φορές.
Κύριε ὁ Θεός μας, μέ δόξα καί τιμή στεφάνωσε τούς νεονύμφους33.
Ὁ Διάκονος· Ἄς προσέξουμε.
Ὁ Ἀναγνώστης

Προκείμενο, Ἦχος πλάγιος τοῦ τετάρτου*

Ἔθεσες ἐπάνω στά κεφάλια αὐτῶν στεφάνια ἀπό πολύτιμους λίθους.
Στίχ. Ζωή σοῦ ζήτησαν, καί τούς ἔδωσες μακροβιότητα34.
----------------------------
* Εἶναι αὐτονόητο ὅτι ἡ ἔνδειξη τοῦ ἤχου, ὅπου σημειώνεται, ἀφορᾶ ἀποκλειστικά στό πρωτότυπο τοῦ κειμένου καί ὄχι στή μετάφρασή του. (Σ.Μ.).
----------------------------

Ὁ Διάκονος·

Σοφία εἶναι αὐτό πού θά ἀκουστεῖ στή συνέχεια.

Ὁ Ἀναγνώστης

Τό Ἀνάγνωσμα πού θά ἀκουστεῖ εἶναι ἀπό τήν Ἐπιστολή τοῦ Παύλου πρός Ἐφεσίους (κατοίκους τῆς Ἐφέσου τῆς Μικρᾶς Ἀσίας)

(Κεφ. ε´, στίχοι 20-33).

Ὁ Διάκονος· Ἄς προσέξουμε.

Ὁ Ἀναγνώστης

Ἀδελφοί, νά εὐχαριστεῖτε πάντοτε γιά ὅλα τό Θεό καί Πατέρα στό ὄνομα τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ καί νά ὑποτάσσεσθε ὁ ἕνας στόν ἄλλο μέ φόβο Χριστοῦ35. Οἱ γυναῖκες νά ὑποτάσσεσθε στούς ἄνδρες σας σάν νά ὑποτάσσεσθε στόν Κύριο, διότι ὁ ἄντρας εἶναι κεφαλή τῆς γυναίκας, ὅπως καί ὁ Χριστός εἶναι κεφαλή τῆς Ἐκκλησίας, καί αὐτός εἶναι σωτήρας τοῦ σώματος (τῆς Ἐκκλησίας). Ἀλλά ὅπως ἀκριβῶς ἡ Ἐκκλησία ὑποτάσσεται στό Χριστό, ἔτσι καί οἱ γυναῖκες νά ὑποτάσσονται στούς ἄντρες τους σέ καθετί36. Οἱ ἄντρες νά ἀγαπᾶτε τίς γυναῖκες σας, ὅπως καί ὁ Χριστός ἀγάπησε τήν Ἐκκλησία καί θυσιάστηκε γι᾿ αὐτή, γιά νά τήν ἁγιάσει, ἀφοῦ τήν καθαρίσει μέ τό ἅγιο βάπτισμα μέ τό λόγο τῆς ἐπικλήσεως πού τό συνοδεύει, καί στή συνέχεια νά τή στήσει στό πλευρό του σάν νύμφη ἔνδοξη τήν Ἐκκλησία, χωρίς νά ἔχει στίγμα ἤ κηλίδα ἤ κάτι τέτοιο, ἀλλά νά εἶναι ἅγια καί ἄμεμπτη. Ἔτσι ὀφείλουν οἱ ἄντρες νά ἀγαποῦν τίς γυναῖκες τους, ὅπως τά ἴδια τους τά σώματα· ἐκεῖνος πού ἀγαπᾶ τή γυναίκα του τόν ἑαυτό του ἀγαπᾶ· γιατί κανείς ποτέ δέ μίσησε τή σάρκα του, ἀλλά τήν τρέφει καί τήν περιθάλπει, ὅπως καί ὁ Κύριος τήν Ἐκκλησία· γιατί εἴμαστε ἐμεῖς οἱ ἄνθρωποι, πού ἀποτελοῦμε τήν Ἐκκλησία, μέλη ἀπό τό σῶμα του, ἀπό τή σάρκα του καί ἀπό τά ὀστά του· γι᾿ αὐτό τό λόγο θά ἐγκαταλείψει ὁ ἄνθρωπος τόν πατέρα του καί τή μητέρα του καί θά προσκολληθεῖ στή γυναίκα του καί θά γίνουν οἱ δυό τους μιά σάρκα (θά εἶναι ἕνα σῶμα). Τό μυστήριο τοῦτο εἶναι μεγάλης σημασίας καί ἐγώ τό παρομοιάζω (παραλληλίζω) μέ τό δεσμό πού ἔχει ὁ Χριστός μέ τήν Ἐκκλησία. Ἀνεξάρτητα ὅμως ἀπό αὐτό καί ἐσεῖς πού εἶστε νυμφευμένοι, ὁ καθένας χωριστά ἄς ἀγαπᾶ τή γυναίκα του ἔτσι ὅπως ἀγαπάει τόν ἑαυτό του, καί ἡ γυναίκα νά σέβεται τόν ἄντρα της37.

Ὁ Ἱερέας

Εἰρήνη καί ψυχική γαλήνη ἄς ἔλθει σ᾿ ἐσένα πού ἀνέγνωσες τό ἀποστολικό ἀνάγνωσμα.

Ὁ Χορός

Ἦχος πλάγιος τοῦ πρώτου.

Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα38.
Στίχ. Σύ, Κύριε, ἄς μᾶς φυλάξεις ἀπό κάθε κακό καί ἄς μᾶς διατηρήσεις σώους καί ἀβλαβεῖς39.

Ὁ Διάκονος

Σοφία περικλείει τό ἀνάγνωσμα πού θά ἀκούσουμε· ἄς σηκωθοῦμε ὄρθιοι· ἄς ἀκούσουμε τό ἅγιο Εὐαγγέλιο.
Ὁ Ἱερέας· Εἰρήνη καί ψυχική γαλήνη ἄς ἔλθει σέ ὅλους.
Ὁ Χορός· Καί στή δική σου ψυχή ὅμοια ἄς ἔλθει εἰρήνη.

Ὁ Ἱερέας

Τό ἀνάγνωσμα πού θά ἀκουστεῖ εἶναι ἀπό τό ἅγιο Εὐαγγέλιο πού ἔγραψε με θεία φώτιση ὁ Ἰωάννης.

(Κεφ. β´, στίχ. 1-11)

Ὁ Διάκονος· Ἄς προσέξουμε τά θεῖα λόγια.

Ὁ Ἱερέας

Ἐ κεῖνο τόν καιρό γάμος ἔγινε στήν Κανά τῆς Γαλιλαίας40 καί ἦταν ἐκεῖ ἡ μητέρα τοῦ Ἰησοῦ· καί προσκλήθηκε στό γάμο καί ὁ Ἰησοῦς καί οἱ μαθητές του. Καί ἐπειδή παρατηρήθηκε ἔλλειψη κρασιοῦ, λέγει ἡ μητέρα τοῦ Ἰησοῦ πρός αὐτόν· Κρασί δέν ἔχουν. Λέγει σ᾿ αὐτήν ὁ Ἰησοῦς· Τί τό κοινό ὑπάρχει ἀνάμεσα σ᾿ ἐμένα καί σ᾿ ἐσένα, γυναίκα41; δέν ἔχει ἔλθει ἀκόμη ἡ ὥρα μου νά κάνω θαύματα. Λέγει ἡ μητέρα του στούς ὑπηρέτες· Ὅ,τι σᾶς πεῖ, κάμετέ το42. Καί ἦταν ἐκεῖ ἕξι πέτρινες στάμνες, τοποθετημένες γιά νά πλένονται καί καθαρίζονται οἱ Ἰουδαῖοι, κατά τό ἔθιμο, πρίν ἀπό τό φαγητό, καί χωροῦσε ἡ καθεμιά ἀπό αὐτές δυό ἤ τρεῖς μετρητές43. Λέγει σ᾿ αὐτούς ὁ Ἰησοῦς. Γεμίστε μέ νερό τίς στάμνες. Καί τίς γέμισαν μέ νερό μέχρι ἐπάνω. Καί λέγει μετά σ᾿ αὐτούς· Ἀντλῆστε (βγάλτε) τώρα ἀπό τίς στάμνες καί φέρτε στόν ἀρχιτρίκλινο44, τόν προϊστάμενο τοῦ συμποσίου. Καί ἐκεῖνοι ἔφεραν. Καί μόλις δοκίμασε ὁ ἀρχιτρίκλινος τό νερό πού εἶχε γίνει κρασί (καί δέν ἤξερε ἀπό ποῦ εἶναι· ἐνῶ οἱ ὑπηρέτες πού εἶχαν ἀντλήσει τό νερό τό ἤξεραν) φωνάζει τό γαμπρό ὁ ἀρχιτρίκλινος καί λέγει σ᾿ αὐτόν· Κάθε ἄνθρωπος πού ἔχει καλεσμένους, πρῶτα προσφέρει τό καλό κρασί, καί ὅταν ἔλθουν σέ εὐθυμία καί μεθύσουν, τότε παρουσιάζει καί προσφέρει τό κατώτερο· σύ ὅμως ἔχεις φυλάξει τό καλό κρασί μέχρι τώρα. Μ᾿ αὐτή τή θαυματουργική του ἐνέργεια στήν Κανά τῆς Γαλιλαίας ὁ Ἰησοῦς ἔκαμε τήν ἀρχή τῶν ἀποδεικτικῶν θαυμάτων του καί φανέρωσε τή δόξα του45, καί θεμελιώθηκε ἡ πίστη τῶν μαθητῶν του σ᾿ αὐτόν.
Ὁ Χορός· Δόξα ἀναπέμπουμε, Κύριε σ᾿ Ἐσένα, δόξα γιά τά σοφά καί θεῖα λόγια τοῦ Εὐαγγελίου.
Καί ἀμέσως, ὁ Διάκονος, τήν Ἐκτενή, τήν ἐκτεταμένη δηλαδή καί μεγάλη δέηση* .
----------------------------
* Ἡ παρούσα Ἐκτενής περιλαμβάνει τέσσερις μόνο δεήσεις, ἀπό τίς ὁποῖες ἡ τελευταία εἶναι καθαρά περιστατική· λέγεται δηλ. εἰδικά γιά τούς νεονύμφους, οἱ ὁποῖοι γι᾿ αὐτό καί μνημονεύονται ὀνομαστικά, καί γι᾿ αὐτούς πού παρακολουθοῦν τό μυστήριο τοῦ γάμου. Μετά τή δοξολογική ἐπισφράγιση τῆς Ἐκτενοῦς καί τήν Εὐχή τοῦ Ἱερέα θά ἀκολουθήσουν ἑπτά ἀπό τίς συνήθεις αἰτήσεις τῆς Δεήσεως. (Σ.Μ.).
----------------------------
Ἄς ποῦμε ὅλοι μ᾿ ὅλη μας τήν ψυχή καί μ᾿ ὅλη μας τή διάνοια, ἄς ποῦμε τή δέηση πού ἀκολουθεῖ.
Κύριε Παντοκράτορα, ὁ Θεός τῶν Πατέρων μας, σέ παρακαλοῦμε, εἰσάκουσέ μας καί ἐλέησέ μας.
Ἐλέησέ μας, Κύριε ὁ Θεός, κατά τό μέγα ἔλεός σου· σέ παρακαλοῦμε θερμά, ἄκουσέ μας ἀπό ψηλά καί χάρισέ μας τό ἔλεός σου.
Ἀκόμη σέ παρακαλοῦμε νά χαρίσεις ἔλεος, ζωή, εἰρήνη, ὑγεία καί σωτηρία στούς δούλους σου (τάδε) καί (τάδε) καί γιά ὅσους εἶναι παρόντες σ᾿ αὐτόν ἐδῶ τό γάμο, σέ παρακαλοῦμε, πού προσμένουν νά λάβουν ἀπό σένα τό πλούσιο ἔλεος.

Ὁ Ἱερέας, μέ δυνατή φωνή·

Διότι ἐσύ εἶσαι Θεός ἐλεήμονας καί φιλάνθρωπος καί σ᾿ ἐσένα ἀπό εὐγνωμοσύνη ἀναπέμπουμε τή δόξα, στόν Πατέρα καί τόν Υἱό καί τό Ἅγιο Πνεῦμα, τώρα καί πάντοτε καί στούς ἀτελεύτητους αἰῶνες.
Ὁ Χορός· Ἀμήν, ἀλήθεια.

Ὁ Διάκονος

Ἄς παρακαλέσουμε τόν Κύριο.
Ὁ Χορός· Κύριε, ἐλέησέ μας.

Καί ὁ Ἱερέας λέγει αὐτή ἐδῶ τήν Εὐχή.

Κύριε ὁ Θεός μας, Σύ πού σύμφωνα μέ τή σωτηριώδη θεία οἰκονομία σου (τή μέριμνα δηλαδή γιά τή σωτηρία τῶν ἀνθρώπων) θεώρησες καλό στήν Κανά τῆς Γαλιλαίας νά ἀναδείξεις τίμιο τό γάμο καί ἔτσι νά τόν ἐξυψώσεις καί νά τόν ἁγιάσεις μέ τή δική σου ἐκεῖ παρουσία, Σύ ὁ ἴδιος καί τώρα τούς δούλους σου (τάδε) καί (τάδε), πού δέχτηκες καί θέλησες νά συνδεθοῦν μεταξύ τους μέ τό δεσμό τοῦ γάμου, διαφύλαξέ τους καί κάμε τους νά ζοῦν μέ εἰρήνη καί ὁμόνοια46. Ἀνάδειξε καί κάμε τίμιο τό γάμο τους· διαφύλαξε καθαρή καί ἀμόλυντη τήν κλίνη τους· δέξου καί βοήθησε νά διατηρηθεῖ καθαρή καί ἀνεπίληπτη ἡ συμβίωσή τους47· καί ἀξίωσέ τους νά φτάσουν σέ βαθιά γηρατειά τηρώντας μέ καθαρή καρδιά τίς ἐντολές σου.
Διότι Σύ εἶσαι ὁ Θεός μας, Θεός πού ἐλεεῖς καί σώζεις, καί σ᾿ ἐσένα ἀναπέμπουμε τή δόξα, καί μαζί στόν Πατέρα σου πού δέν ἔχει ἀρχή, καί στό πανάγιο καί ἀγαθό καί ζωοποιό σου Πνεῦμα, τώρα καί πάντοτε καί στούς ἀτέλειωτους αἰῶνες.
Ὁ Χορός. Ἀμήν, ἀλήθεια.

Ὁ Διάκονος

Βοήθησέ μας, σῶσε μας, ἐλέησέ μας καί διαφύλαξέ μας, ὁ Θεός μας, μέ τή δική σου παντοδύναμη χάρη.
Ὁ Χορός· Κύριε, κάμε τό ἔλεός σου.

Ὁ Διάκονος

Ἄς ζητήσουμε ἀπό τόν Κύριο νά μᾶς χαρίσει ὅλη τήν ἡμέρα τέλεια, ἀφιερωμένη σ᾿ αὐτόν, εἰρηνική καί ἀπαλλαγμένη ἀπό κάθε ἁμαρτία.

Ὁ Χορός, ὕστερα ἀπό κάθε Δέηση·

Δῶσε, Κύριε, ὥστε νά ἐκπληρωθεῖ αὐτό πού ζητοῦμε μέ τή δέησή μας.

Ὁ Διάκονος

Ἄς ζητήσουμε ἀπό τόν Κύριο νά ἀποστείλει στόν καθένα μας ἄγγελο εἰρηνικό, ἀσφαλή ὁδηγό στή ζωή μας, φύλακα τῶν ψυχῶν καί τῶν σωμάτων μας.
Ἄς ζητήσουμε ἀπό τόν Κύριο συγχώρηση καί ἄφεση τῶν ἁμαρτιῶν καί τῶν παραβάσεων πού διαπράξαμε.
Ἄς ζητήσουμε ἀπό τόν Κύριο νά μᾶς χαρίσει ὅσα Ἐκεῖνος θεωρεῖ πώς εἶναι καλά καί συμφέροντα γιά τήν ψυχή μας, καθώς καί εἰρήνη σ᾿ ὅλο τόν κόσμο.
Ἄς ζητήσουμε ἀπό τόν Κύριο νά μᾶς ἀξιώσει νά περάσουμε τόν ὑπόλοιπο χρόνο τῆς ζωῆς μας μέ ψυχική γαλήνη καί μετάνοια γιά τά ἀνομήματά μας.
Ἀφοῦ ζητήσαμε ἀπό τόν Κύριο τή μιά καί ἑνιαία πίστη καί τήν κοινωνία τοῦ Ἁγίου Πνεύματος, ἄς ἐμπιστευθοῦμε ἀνεπιφύλακτα τόν ἑαυτό μας καί ἀλλήλους καί ὅλη μας τή ζωή στό Χριστό πού εἶναι ὁ Θεός μας.

Ὁ Ἱερέας, μέ δυνατή φωνή·

Καί θεώρησέ μας ἄξιους τῆς τιμῆς, Δέσποτα, μέ θάρρος καί παρρησία, χωρίς φόβο καταδίκης, νά τολμοῦμε νά ὀνομάζουμε Πατέρα Ἐσένα τόν ἐπουράνιο Θεό καί νά λέμε τήν προσευχή πού μᾶς δίδαξε ὁ Κύριος48.

Ὁ Ἀναγνώστης τό

Πατέρα μας οὐράνιε· ἄς ἀναγνωριστεῖ ἡ ἁγιότητά σου, ὥστε νά δοξαστεῖ τό ὄνομά σου· ἄς ἔλθει, ἄς ἐπικρατήσει ἡ βασιλεία σου μεταξύ ὅλων τῶν ἀνθρώπων· ἄς γίνει τό θέλημά σου, ὅπως στόν οὐρανό ἀπό τούς ἀγγέλους καί τούς ἁγίους, ἔτσι καί στή γῆ ἀπό τούς ἀνθρώπους· τόν ἄρτο μας τόν καθημερινό καί ἀπαραίτητο δῶσε μας σήμερα· καί συγχώρησέ μας τά ἁμαρτήματά μας, ὅπως κι ἐμεῖς συγχωροῦμε ἐκείνους πού ἔπραξαν ἀδικήματα σέ βάρος μας· καί μή ἐπιτρέψεις νά πέσουμε σέ πειρασμό, ἀλλά γλίτωσέ μας ἀπό τόν πονηρό πού θέλει τό κακό μας.

Ὁ Ἱερέας, μέ δυνατή φωνή·

Διότι δική σου εἶναι ἡ βασιλεία καί ἡ δύναμη καί ἡ δόξα, τοῦ Πατέρα καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, τώρα καί πάντοτε καί στούς ἀτελεύτητους αἰῶνες.
Ὁ Χορός· Ἀμήν.
Ὁ Ἱερέας· Εἰρήνη καί ψυχική γαλήνη ἄς ἔλθει σέ ὅλους.
Ὁ Χορός· Καί στή δική σου ψυχή ἄς ἔλθει εἰρήνη.
Ὁ Διάκονος· Ἄς προσκυνήσουμε τόν Κύριο ὅλοι μας μέ ὑπόκλιση τῆς κεφαλῆς.
Ὁ Χορός· Σ᾿ ἐσένα, Κύριε, κλίνουμε τό κεφάλι.
Ὕστερα προσφέρεται στούς νεονύμφους τό κοινό ποτήρι μέ τήν ἑξῆς διαδικασία·
Ὁ Διάκονος· Ἄς παρακαλέσουμε τόν Κύριο.
Ὁ Χορός· Κύριε, κάμε τό ἔλεός σου.

Ὁ Ἱερέας εὐλογώντας τό ποτήρι λέγει τήν Εὐχή τούτη.

Ὁ Θεός μας, πού δημιούργησες τά πάντα μέ τή δύναμή σου, καί στερέωσες τήν οἰκουμένη, καί στόλισες τό σέμνωμα ὅλων αὐτῶν πού Ἐσύ ἔχεις δημιουργήσει, εὐλόγησε μέ τρόπο πνευματικό τό κοινό τοῦτο ποτήρι, τοῦ ὁποίου τό περιεχόμενο προσφέρεις ὡς δῶρο σ᾿ αὐτούς πού ἑνώθηκαν μέ τό δεσμό τοῦ γάμου.
Διότι εὐλογημένο εἶναι τό ὄνομά σου καί δοξασμένη ἡ βασιλεία τοῦ Πατέρα καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, τώρα καί πάντοτε καί στούς ἀτέλειωτους αἰῶνες.
Ὁ Χορός· Ἀμήν.
Μετά, ἀφοῦ πάρει στά χέρια του ὁ Ἱερέας τό κοινό ποτήρι, δίνει σ᾿ αὐτούς νά πιοῦν ἀπό τό περιεχόμενο τρεῖς φορές, πρῶτα στόν ἄντρα, καί κατόπιν στή γυναίκα, ψάλλοντας σέ ἦχο πρῶτο.
Θά μεταλάβω ἀπό τό ποτήρι πού πηγάζει ἡ σωτηρία καί θά ἐπικαλεστῶ μέ εὐγνωμοσύνη τό ὄνομα τοῦ Κυρίου49.
Καί ἀμέσως μετά ὁ Ἱερέας παίρνει τούς νεονύμφους, ἐνῶ ὁ Παράνυμφος (κουμπάρος) κρατάει ἀπό πίσω τους τά στέφανα, καί τούς περιφέρει τρεῖς φορές γύρω ἀπό τό τραπεζάκι πού βρίσκεται στή μέση, σχηματίζοντας μέ τήν περιστροφή αὐτή κατά κάποιο τρόπο κύκλο.

Καί ψάλλει ὁ Ἱερέας ἤ ὁ Χορός τά ἑξῆς Τροπάρια·

Ἦχος πλάγιος τοῦ πρώτου.

Ἡσαΐα χόρευε ἀπό χαρά· ἡ Παρθένος Μαρία συνέλαβε καί γέννησε Υἱό τόν Ἐμμανουήλ, πού εἶναι Θεός καί ἄνθρωπος μαζί· Ἀνατολή εἶναι τό ὄνομά του· αὐτόν δοξάζοντας, μακαρίζουμε τήν Παναγία Παρθένο50.

Ἦχος βαρύς.

Ἅγιοι Μάρτυρες, ἐσεῖς πού σάν ἀθλητές ἀγωνιστήκατε καλά στό στάδιο τῶν ἀρετῶν καί γιά τόν καλό σας ἀγώνα στεφανωθήκατε ἀπό τό Θεό μέ τό ἀμάραντο στεφάνι τῆς δόξας, μεσολαβῆστε στόν Κύριο νά ἐλεηθοῦν οἱ ψυχές μας51.
Δόξα ταιριάζει νά ἀναπέμπουμε, Χριστέ ὁ Θεός μας, σ᾿ ἐσένα, πού εἶσαι τό καύχημα τῶν Ἀποστόλων, ἡ μεγάλη χαρά τῶν Μαρτύρων, τῶν ὁποίων τό κήρυγμα ἀπέβλεπε στή φανέρωση τοῦ ὁμοούσιου Τριαδικοῦ Θεοῦ52.
Ὕστερα ὁ Ἱερέας ἀνασηκώνει καί τοποθετεῖ πάνω ἀπό τά κεφάλια τῶν νεονύμφων τά στέφανα· καί ἀφοῦ ἀνασηκώσει τό στεφάνι τοῦ Νυμφίου (γαμπροῦ), λέγει·
Μεγάλος στήν πίστη καί τήν τήρηση τῶν ἐντολῶν τοῦ Θεοῦ νά γίνεις, Νυμφίε, ὅπως μεγάλος γιά τήν πίστη του στό Θεό, τήν ἀρετή του καί τήν τήρηση τοῦ θείου θελήματος ἔγινε ὁ Ἀβραάμ· εἴθε νά σέ εὐλογήσει ὁ Θεός, ὅπως εὐλόγησε τόν Ἰσαάκ, καί εἴθε νά ἀποκτήσεις πλῆθος ἀπογόνων, ὅπως ὁ Ἰακώβ, ζώντας μέ εἰρήνη καί ψυχική γαλήνη καί ἐφαρμόζοντας τίς ἐντολές τοῦ Θεοῦ, ὅπως ἐπιβάλλει (ἀπαιτεῖ, ὁρίζει) ἡ θεία δικαιοσύνη53.

Καί καθώς ἀνασηκώνει τό στεφάνι τῆς Νύμφης λέγει·

Καί σύ, Νύφη, εἴθε νά γίνεις μεγάλη, ὅπως μεγάλη γιά τήν ἀγάπη της καί τό σεβασμό πρός τόν ἄντρα της ἔγινε ἡ Σάρρα, καί εἴθε νά εὐφρανθεῖς, ὅπως ἡ Ρεβέκκα, καί εἴθε νά δεῖς πλῆθος τέκνων, ὅπως ἡ Ραχήλ, νιώθοντας πληρότητα χαρᾶς καί εὐφροσύνης μέ τόν ἄντρα σου, φυλάγοντας ὅ,τι ὁρίζει ὁ νόμος τοῦ Θεοῦ· διότι ἔτσι θέλησε ὁ Θεός νά γίνεται στό γάμο, ἔτσι μέ τήν πανσοφία του τά κανόνισε ὁ Θεός54.

Ὕστερα λέγει ὁ Διάκονος·

Ἄς παρακαλέσουμε τόν Κύριο.
Ὁ Χορός· Κύριε, ἐλέησέ μας.

Καί ὁ Ἱερέας λέγει ἐτούτη τήν Εὐχή.

Ὁ Θεός, ὁ Θεός μας, σύ πού ἦλθες στήν Κανά τῆς Γαλιλαίας καί εὐλόγησες τό γάμο πού ἔγινε ἐκεῖ, εὐλόγησε καί αὐτούς ἐδῶ τούς δούλους σου, πού μέ τή δική σου θεία πρόνοια συνδέθηκαν μέ τό δεσμό τοῦ γάμου. Εὐλόγησε τίς εἰσόδους καί τίς ἐξόδους τῶν νεονύμφων55· Χάρισέ τους μακροζωΐα μέ ἄφθονα ἀγαθά· Πάρε* τά στέφανά τους στή Βασιλεία σου, διατηρώντας τα καθαρά καί ἀκηλίδωτα καί ἀνεπιβούλευτα56, χωρίς δηλ. νά περάσει ἀπό κανενός τό νοῦ νά τά μολύνει, στούς ἀτέλειωτους αἰῶνες.
Ὁ Χορός· Ἀμήν, ἔτσι ἄς γίνει.
----------------------------
* Στό σημεῖο τοῦτο τῆς Εὐχῆς ὁ Ἱερέας σηκώνει ἀπό τά κεφάλια τῶν νεονύμφων τά στέφανα καί τά τοποθετεῖ πάνω στό τραπέζι.
----------------------------
Ὁ Ἱερέας· Εἰρήνη καί ψυχική γαλήνη ἄς ἔλθει σέ ὅλους.
Ὁ Χορός· Καί στό δικό σου πνεῦμα, καί στή δική σου ψυχή ἄς ἔλθει εἰρήνη καί γαλήνη.

Ὁ Διάκονος

Μέ ὑπόκλιση τῆς κεφαλῆς προσκυνῆστε τόν Κύριο.
Ὁ Χορός· Σ᾿ ἐσένα, Κύριε, κλίνουμε τό κεφάλι.

Καί εὔχεται ὁ Ἱερέας

Ὁ Πατέρας, ὁ Υἱός καί τό Ἅγιο Πνεῦμα, ἡ Τριάδα πού εἶναι πανάγια καί ἀποτελεῖται ἀπό τήν ἴδια οὐσία καί ἀπό αὐτή πηγάζει ἡ ζωή, ἡ μία Θεότητα καί Βασιλεία, εἴθε νά σᾶς εὐλογήσει καί νά σᾶς χαρίσει μακροζωΐα, πολλά καί καλά τέκνα, προκοπή στή ζωή σας καί πρόοδο στήν πίστη σας, καί εἴθε νά σᾶς γεμίσει ἐντελῶς, νά σᾶς χορτάσει μέ ὅλα τά ἀγαθά τῆς γῆς, εἴθε τέλος νά σᾶς ἀξιώσει νά ἀπολαύσετε καί τά ἀγαθά πού ἔχει ὑποσχεθεῖ σ᾿ ὅσους τηροῦν τίς ἐντολές του, μέ τή μεσολάβηση καί τίς ἱκεσίες τῆς ἁγίας Θεοτόκου καί ὅλων τῶν Ἁγίων.
Ὁ Χορός· Ἀμήν, ἀλήθεια, ἔτσι ἄς γίνει.
Ὕστερα ἔρχονται οἱ πιστοί κοντά στούς νεονύμφους καί τούς εὔχονται. Καί ἀφοῦ ἀσπαστοῦν ὁ ἕνας τόν ἄλλο, γίνεται ἀπό τόν Ἱερέα ὁλοκληρωμένη Ἀπόλυση ὡς ἑξῆς·

Ὁ Ἱερέας

Δόξα ταιριάζει νά ἀναπέμπουμε σ᾿ ἐσένα, πού εἶσαι ὁ Θεός μας, πού εἶσαι ἡ ἐλπίδα μας, δόξα σ᾿ ἐσένα.

Ὁ Διάκονος

Δόξα στόν Πατέρα, καί στόν Υἱό, καί στό Ἅγιο Πνεῦμα, καί τώρα καί πάντοτε καί στούς ἀτέλειωτους αἰῶνες. Κύριε, ἐλέησέ μας (τρεῖς φορές). (Καί ἀπευθυνόμενος στόν Ἱερέα) Πάτερ ἅγιε, εὐλόγησε (δῶσε τήν εὐλογία σου).

Ὁ Ἱερέας

Ὁ Χριστός πού μέ τήν παρουσία του στήν Κανά ἀνέδειξε τίμιο τό γάμο καί ἔτσι τόν ἐξύψωσε καί τόν ἁγίασε, αὐτός πού εἶναι ὁ ἀληθινός Θεός μας, μέ τή μεσολάβηση καί τίς ἱκεσίες τῆς πανάχραντης (πάναγνης) Μητέρας του (Παναγίας), τῶν ἁγίων Ἀποστόλων πού ἔγιναν ἔνδοξοι καί ἄξιοι ἐγκωμιασμοῦ γιά τό κήρυγμα τοῦ θείου λόγου, τῶν ἁγίων Κωνσταντίνου καί Ἑλένης πού ἡ Ἐκκλησία μας τούς θεωρεῖ βασιλεῖς θεοστεφανωμένους καί ἰσάξιους μέ τούς Ἀποστόλους γιά τήν προστασία καί τήν ἑδραίωση τοῦ Χριστιανισμοῦ, τοῦ ἁγίου μεγαλομάρτυρα Προκοπίου, καί ὅλων τῶν Ἁγίων, εἴθε νά μᾶς ἐλεήσει καί νά μᾶς σώσει ὡς Θεός ἀγαθός καί φιλάνθρωπος καί ἐλεήμονας πού εἶναι58.
Μέ τίς εὐχές τῶν ἁγίων Πατέρων μας, Κύριε, Ἰησοῦ Χριστέ ὁ Θεός μας, ἐλέησέ μας καί σῶσε μας.
Ὁ Χορός. Ἀμήν.

Εὐχὴ ἐπὶ λύσιν στεφάνων τῇ ὀγδόῃ ἡμέρᾳ

Τοῦ Κυρίου δεηθῶμεν.
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τοῦ ἐνιαυτοῦ τὸν στέφανον εὐλογήσας, καὶ τοὺς παρόντας στεφάνους ἐπιτίθεσθαι παραδοὺς τοῖς νόμῳ γάμου συναπτομένοις ἀλλήλοις, καὶ μισθὸν ὥσπερ ἀπονέμων αὐτοῖς τὸν τῆς σωφροσύνης, ὅτι ἁγνοὶ πρὸς τὸν ὑπὸ σοῦ νομοθετηθέντα γάμον συνήφθησαν· Αὐτός, καὶ ἐν τῇ λύσει τῶν παρόντων στεφάνων, τοὺς συναφθέντας ἀλλήλοις εὐλόγησον καὶ τὴν συνάφειαν αὐτῶν ἀδιάσπαστον διατήρησον· ἵνα εὐχαριστῶσι διὰ παντὸς τῷ παναγίῳ ὀνόματί σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εἰρήνη πᾶσι.
Τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.
Σύμφωνα καταντήσαντες οἱ δοῦλοί σου, Κύριε, καὶ τὴν ἀκολουθίαν ἐκτελέσαντες τοῦ ἐν Κανᾷ τῆς Γαλιλαίας γάμου, καὶ συστέλλοντες τὰ κατ᾿ αὐτὸν σύμβολα, δόξαν σοι ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ γίνεται Ἀπόλυσις.

Εὐχή
κατά τή λύση τῶν στεφάνων
τήν ὄγδοη ἡμέρα
59

Ἄς παρακαλέσουμε τόν Κύριο.
Κύριε ὁ Θεός μας, σύ πού εὐλόγησες τόν κύκλο τοῦ ἔτους πού τό περιβάλλει σάν στεφάνι60, καί ἐπέτρεψες (παραχώρησες) αὐτά ἐδῶ τά στέφανα νά τεθοῦν ἐπάνω στά κεφάλια αὐτῶν πού συνδέονται μεταξύ τους μέ τό θεσμό τοῦ γάμου καί ἀπονέμεις (δίνεις) σ᾿ αὐτούς σάν μισθό τό στεφάνι τῆς σωφροσύνης (φρονιμάδας), διότι ἁγνοί ἑνώθηκαν μεταξύ τους μέ τό δεσμό τοῦ γάμου61 πού ἐσύ μέ τήν πανσοφία σου νομοθέτησες. Ἐσύ ὁ ἴδιος, καί κατά τή λύση αὐτῶν ἐδῶ τῶν στεφάνων, αὐτούς που ἑνώθηκαν μεταξύ τους μέ τό γάμο εὐλόγησέ τους καί διατήρησε ἀδιάσπαστο τό σύνδεσμό τους· γιά νά εὐχαριστοῦν διαρκῶς τό πανάγιο ὄνομά σου, τοῦ Πατέρα καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, τώρα καί πάντοτε καί στούς ἀτελεύτητους αἰῶνες.
Εἰρήνη ἄς ἔλθει σέ ὅλους.
Προσκυνῆστε τόν Κύριο μέ ὑπόκλιση τῆς κεφαλῆς σας.
Ἐ μεῖς, Κύριε, οἱ δοῦλοι σου (οἱ νεόνυμφοι) πού μέ σύμφωνη γνώμη φθάσαμε στήν ἀμοιβαία ὑπόσχεση τοῦ γάμου καί τελέσαμε τήν ἀκολουθία τοῦ γάμου πού ἁγίασες στήν Κανά τῆς Γαλιλαίας, ἐμεῖς τώρα μαζεύοντας καί περιτυλίγοντας τά σύμβολα τοῦ γάμου (τά στέφανα), δόξα σ᾿ ἐσένα ἀναπέμπουμε, τόν Πατέρα καί τόν Υἱό καί τό Ἅγιο Πνεῦμα, τώρα καί πάντοτε καί στούς ἀτελεύτητους αἰῶνες62. Ἀμήν.

Καί γίνεται Ἀπόλυση.

ΚΕΦΑΛΑΙΑ ΠΕΡΙ ΔΙΓΑΜΩΝ

Κεφάλαιον Νικηφόρου Πατριάρχου ΚΠόλεως τοῦ Ὁμολογητοῦ.
Ὁ δίγαμος οὐ στεφανοῦται, ἀλλὰ καὶ ἐπιτιμᾶται μὴ μεταλαβεῖν τῶν ἀχράντων Μυστηρίων, ἔτη δύο· ὁ δὲ τρίγαμος, πέντε.
Ἐκ τῶν Ἀποκρίσεων τοῦ μακαρίου Νικήτα Μητροπολίτου Ἡρακλείας, ἐξ ὧν ἠρωτήθη παρὰ Κωνσταντίνου Ἐπισκόπου.
Ἡ μὲν ἀκρίβεια τοὺς διγάμους οὐκ εἴωθε στεφανοῦν· ἡ δὲ τῆς Μεγάλης Ἐκκλησίας συνήθεια, τὰ τοιαῦτα οὐ παρατηρεῖται, ἀλλὰ καὶ τοῖς διγάμοις καὶ τριγάμοις τοὺς νυμφικοὺς στεφάνους ἐπιτίθησι, καὶ οὐδεὶς οὐδέποτε παρὰ τοῦτο ἐνεκλήθη· πλὴν ἕνα ἢ δεύτερον χρόνον τῆς θείας εἴργονται Κοινωνίας. Ἀλλὰ καὶ τὸν ἱερολογήσαντα τούτους πρεσβύτερον, συνδειπνεῖν αὐτοῖς οὐ νενόμισται, κατὰ τὸν ζ´ Κανόνα τῆς ἐν Νεοκαισαρείᾳ Συνόδου.

ΠΕΡΙΛΗΠΤΙΚΕΣ ΚΑΙ ΒΑΣΙΚΕΣ ΓΝΩΜΕΣ
ΕΚΚΛΗΣΙΑΣΤΙΚΩΝ ΑΝΔΡΩΝ ΓΙ᾿ ΑΥΤΟΥΣ
ΠΟΥ ΝΥΜΦΕΥΟΝΤΑΙ ΓΙΑ ΔΕΥΤΕΡΗ ΦΟΡΑ

Γνώμη συνοπτική τοῦ Πατριάρχη τῆς Κωνσταντινουπόλεως Νικηφόρου τοῦ Ὁμολογητῆ.
Ὁ δίγαμος, αὐτός δηλαδή πού νυμφεύεται γιά δεύτερη φορά, δέ στεφανώνεται· ἀντίθετα τοῦ ἐπιβάλλεται καί ἡ ποινή νά μή μεταλάβει τά ἄχραντα Μυστήρια γιά δύο χρόνια· καί στόν τρίγαμο ἐπιβάλλεται ἡ ἴδια ποινή γιά πέντε χρόνια.
Ἀπό τίς Ἀπαντήσεις πού ἔδωσε ὁ μακάριος Νικήτας, Μητροπολίτης τῆς Ἡράκλειας, σέ ὅσα τόν ρώτησε ὁ Ἐπίσκοπος Κωνστσαντῖνος.
Γ ιά νά μιλήσουμε μέ ἀκρίβεια ἡ ἀλήθεια εἶναι πώς δέ συνηθίζεται νά στεφανώνονται οἱ δίγαμοι· ἡ συνήθεια ὅμως τῆς Μεγάλης Ἐκκλησίας κάτι τέτοια δέν τά τηρεῖ μέ ἀκρίβεια· ἀντίθετα καί αὐτούς πού νυμφεύονται γιά δεύτερη καί αὐτούς πού νυμφεύονται γιά τρίτη φορά τούς στεφανώνει μέ τά στεφάνια τοῦ γάμου καί κανένας ποτέ δέν κατηγορήθηκε γι᾿ αὐτό· μόνο ἀπέχουν γιά ἕνα ἤ δύο χρόνια ἀπό τή θεία Κοινωνία. Ἀλλά καί ὁ Ἱερέας πού εὐλόγησε τό γάμο τους δέ θεωρεῖται κοινῶς παραδεκτό νά συντρώγει μαζί τους, σύμφωνα μέ ὅσα ὁρίζει ὁ ἕβδομος (ζ´) Κανόνας τῆς Συνόδου πού ἔγινε στή Νεοκαισάρεια.

ΑΚΟΛΟΥΘΙΑ ΕΙΣ ΔΙΓΑΜΟΝ

Ὁ Διάκονος· Εὐλόγησον, Δέσποτα.
Ὁ Ἱερεὺς ἐκφωνεῖ· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε· νῦν καί ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Διάκονος ἢ ὁ Ἀναγνώστης· Ἅγιος ὁ Θεός... (ἐκ τρίτου). Δόξα... Καὶ νῦν... Παναγία Τριάς... Κύριε, ἐλέησον (γ´). Δόξα... Καὶ νῦν... Πάτερ ἡμῶν...
Ὁ Ἱερεύς· Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...

Τὸ Ἀπολυτίκιον τῆς ἡμέρας.

Ὁ δὲ Διάκονος ἢ ὁ Ἱερεὺς λέγει τὴν Συναπτήν.

Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Χορός, μεθ᾿ ἑκάστην Δέησιν· Κύριε, ἐλέησον.

Ὁ Διάκονος·

Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης, καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ἁγίου Οἴκου τούτου, καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ (τοῦ δεῖνος) καὶ (τῆς δεῖνος) καὶ τῆς ἐν Θεῷ σκέπης καὶ συμβιώσεως αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ συζῆσαι αὐτοὺς καλῶς ἐν ὁμονοίᾳ, τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὁ Χορός· Σοί, Κύριε.
Ὁ Ἱερεύς, ἐκφώνως· Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Χορός· Κύριε, ἐλέησον.

Ὁ Ἱερεύς·

Ὁ Θεὸς ὁ αἰώνιος, ὁ τὰ διῃρημένα συναγαγὼν εἰς ἑνότητα, καὶ σύνδεσμον διαθέσεως τιθεὶς αὐτοῖς ἄῤῥηκτον· ὁ εὐλογήσας Ἰσαὰκ καὶ Ῥεβέκκαν, καὶ κληρονόμους αὐτοὺς τῆς σῆς ἐπαγγελίας ἀναδείξας· Αὐτός, εὐλόγησον καὶ τοὺς δούλους σου τούτους (τὸν δεῖνα), καὶ (τὴν δεῖνα), ὁδηγῶν αὐτοὺς ἐν παντὶ ἔργῳ ἀγαθῷ. Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.
Ὁ Χορός· Καί τῷ πνεύματί σου.
Ὁ Διάκονος· Τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.

Ὁ Ἱερεὺς ἐπεύχεται·

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὴν ἐξ ἐθνῶν προμνηστευσάμενος Ἐκκλησίαν παρθένον ἁγνήν, εὐλόγησον τὰ μνῆστρα ταῦτα· καὶ ἕνωσον, καὶ διαφύλαξον τοὺς δούλους σου τούτους ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ.
Ἐκφώνως· Σοὶ γὰρ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εἶτα λαβὼν ὁ Ἱερεὺς τοὺς δακτυλίους ἐπιδίδωσι πρῶτον τῷ ἀνδρὶ τὸν χρυσοῦν, τῇ δὲ γυναικὶ τὸν ἀργυροῦν, καὶ λέγει τῷ ἀνδρί·
Ἀῤῥαβωνίζεται ὁ δοῦλος τοῦ Θεοῦ (ὁ δεῖνα), τὴν δούλην τοῦ Θεοῦ (τὴν δεῖνα), εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμὴν (ἐκ τρίτου).

Ὁμοίως λέγει καὶ τῇ γυναικί·

Ἀῤῥαβωνίζεται ἡ δούλη τοῦ Θεοῦ (ἡ δεῖνα), τὸν δοῦλον τοῦ Θεοῦ (τὸν δεῖνα) εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμὴν (ἐκ τρίτου).
Καὶ ποιεῖ Σταυρὸν μετὰ τῶν δακτυλίων ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ ἐπιτίθησιν αὐτοὺς ἐν τοῖς δεξιοῖς δακτυλίοις.
Εἶτα ἀλλάσσει ὁ Παράνυμφος τὰ δακτυλίδια.
Ὁ δὲ Διάκονος λέγει· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Χορός· Κύριε, ἐλέησον.

Ὁ Ἱερεύς·

Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ πάντων φειδόμενος, καὶ πάντων προνοούμενος, ὁ τὰ κρυπτὰ γινώσκων τῶν ἀνθρώπων, καὶ πάντων τὴν γνῶσιν ἔχων, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, καὶ τὰς ἀνομίας συγχώρησον τῶν σῶν ἱκετῶν, καλῶν αὐτοὺς εἰς μετάνοιαν· παρέχων αὐτοῖς συγγνώμην παραπτωμάτων, ἁμαρτιῶν ἱλασμόν, συγχώρησιν ἀνομιῶν ἑκουσίων τε καὶ ἀκουσίων. Ὁ εἰδὼς τὸ ἀσθενὲς τῆς ἀνθρωπίνης φύσεως,ὁ πλάστης καὶ δημιουργός, ὁ Ῥαὰβ τῇ πόρνῃ συγχωρήσας, καὶ τοῦ Τελώνου τὴν μετάνοιαν προσδεξάμενος, μὴ μνησθῇς ἁμαρτημάτων ἡμῶν ἀγνοίας ἐκ νεότητος· ἐὰν γὰρ ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεταί σοι; ἢ ποία σὰρξ δικαιωθήσεται ἐνώπιόν σου; Σὺ γὰρ μόνος ὑπάρχεις δίκαιος, ἀναμάρτητος, ἅγιος, πολυέλεος, πολυεύσπλαγχνος, καὶ μετανοῶν ἐπὶ κακίαις ἀνθρώπων· σύ, Δέσποτα, οἰκειωσάμενος τοὺς δούλους σου (τὸν δεῖνα) καὶ (τὴν δεῖνα) ἕνωσον τῇ πρὸς ἀλλήλους ἀγάπῃ· δώρησαι αὐτοῖς τοῦ Τελώνου τὴν ἐπιστροφήν, τῆς πόρνης τὰ δάκρυα, τοῦ λῃστοῦ τὴν ἐξομολόγησιν· ἵνα, διὰ μετανοίας ἐξ ὅλης καρδίας αὐτῶν, ἐν ὁμονοίᾳ καὶ εἰρήνῃ τὰς ἐντολάς σου ἐργαζόμενοι, καταξιωθῶσι καὶ τῆς ἐπουρανίου σου Βασιλείας. Ὅτι σὺ εἶ ὁ οἰκονόμος πάντων, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.
Ὁ Χορός· Καί τῷ πνεύματί σου.
Ὁ Διάκονος· Τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.
Ὁ Χορός· Σοί, Κύριε.

Ὁ Ἱερεύς·

Κύριε, Ἰησοῦ Χριστέ, Λόγε τοῦ Θεοῦ, ὁ ὑψωθεὶς ἐπὶ τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, τὸ καθ᾿ ἡμᾶς διαῤῥήξας χειρόγραφον, καὶ τῆς δυναστείας τοῦ διαβόλου ῥυσάμενος ἡμᾶς, ἱλάσθητι ταῖς ἀνομίαις τῶν δούλων σου· ὅτι τὸν καύσωνα καὶ τὸ βάρος τῆς ἡμέρας, καὶ τῆς σαρκὸς τὴν πύρωσιν μὴ ἰσχύοντες βαστάζειν, εἰς γάμου δευτέραν κοινωνίαν συνέρχονται, καθὼς ἐνομοθέτησας διὰ τοῦ σκεύους τῆς ἐκλογῆς σου, Παύλου τοῦ ἀποστόλου, εἰπὼν δι᾿ ἡμᾶς τοὺς ταπεινοὺς τὸ «κρεῖσσον ἐν Κυρίῳ γαμεῖν ἢ πυροῦσθαι». Αὐτός, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος, ἐλέησον καὶ συγχώρησον, ἱλάσθητι, ἄνες, ἄφες τὰ ὀφειλήματα ἡμῶν, ὅτι σὺ εἶ ὁ τὰς νόσους ἡμῶν ἐπὶ τῶν ὤμων ἀράμενος· οὐδεὶς γάρ ἐστιν ἀναμάρτητος, οὐδ᾿ ἂν μία ἡμέρα ὁ βίος αὐτοῦ ἐστιν, ἢ χωρὶς ῥύπου, εἰ μὴ σὺ μόνος ὁ σάρκα φορέσας ἀναμαρτήτως, καὶ τὴν αἰώνιον ἡμῖν δωρησάμενος ἀπάθειαν. Ὅτι σὺ εἶ ὁ Θεός, Θεὸς τῶν μετανοούντων, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Χορός· Κύριε, ἐλέησον.

Ὁ Ἱερεύς·

Ὁ Θεὸς ὁ ἅγιος, ὁ πλάσας ἐκ χοὸς τὸν ἄνθρωπον, καὶ ἐκ τῆς πλευρᾶς αὐτοῦ ἀνοικοδομήσας γυναῖκα, καὶ συζεύξας αὐτῷ βοηθὸν κατ᾿ αὐτόν, διὰ τὸ οὕτως ἀρέσαι τῇ σῇ μεγαλειότητι, μὴ μόνον εἶναι τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς· αὐτὸς καὶ νῦν, Δέσποτα, ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἅρμοσον (ἐνταῦθα ὁ Ἱερεὺς ἁρμόζει τὰς χεῖρας τῶν Νυμφίων) τὸν δοῦλον σου (τόν δε) καὶ τὴν δούλην σου (τήν δε), ὅτι παρὰ σοῦ ἁρμόζεται ἀνδρὶ γυνή. Σύζευξον αὐτοὺς ἐν ὁμοφροσύνῃ· στεφάνωσον αὐτοὺς εἰς σάρκα μίαν· χάρισαι αὐτοῖς καρπὸν κοιλίας, εὐτεκνίας ἀπόλαυσιν. Ὅτι σὸν τὸ κράτος, καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀιῶνας τῶν αἰώνων.
Καὶ λαβὼν τοὺς στεφάνους, στέφει τὸν Νυμφίον, λέγων·
Στέφεται ὁ δοῦλος τοῦ Θεοῦ (ὁ δεῖνα), τὴν δούλην τοῦ Θεοῦ (τὴν δεῖνα), εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμὴν (ἐκ γ´).
Εἶτα στέφει καὶ τὴν Νύμφην, λέγων·
Στέφεται ἡ δούλη τοῦ Θεοῦ (ἡ δεῖνα), τὸν δοῦλον τοῦ Θεοῦ (τὸν δεῖνα), εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμὴν (ἐκ γ´).
Εἶτα εὐλογεῖ αὐτούς, ψάλλων ἐκ τρίτου·
Κύριε ὁ Θεὸς ἡμῶν, δόξῃ καὶ τιμῇ στεφάνωσον αὐτούς.
Ὁ Διάκονος· Πρόσχωμεν.

Ὁ Ἀναγνώστης·

Προκείμενον. Ἦχος πλ. δ´.

Ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτῶν στεφάνους ἐκ λίθων τιμίων.
Στίχ. Ζωὴν ᾐτήσαντό σε, καὶ ἔδωκας αὐτοῖς μακρότητα ἡμερῶν.
Ὁ Διάκονος· Σοφία.
Ὁ Ἀναγνώστης· Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
Ὁ Διάκονος· Πρόσχωμεν.

Ὁ Ἀναγνώστης·

Ἀδελφοί, εὐχαριστεῖτε πάντοτε ὑπὲρ πάντων, ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ Θεῷ καὶ Πατρί, ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ. Αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε ὡς τῷ Κυρίῳ, ὅτι ὁ ἀνήρ ἐστι κεφαλὴ τῆς γυναικός, ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς Ἐκκλησίας, καὶ αὐτός ἐστι σωτὴρ τοῦ σώματος. Ἀλλ᾿ ὥσπερ ἡ Ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτω καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί. Οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν ἁγιάσῃ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν Ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ᾿ ἵνᾳ ᾗ ἁγία καὶ ἄμωμος. Οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας, ὡς τὰ ἑαυτῶν σώματα· ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ· οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλ᾿ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ Κύριος τὴν Ἐκκλησίαν· ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ, ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ· ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Τό μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν. Πλὴν καὶ ὑμεῖς οἱ καθ᾿ ἕνα, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.
Ὁ Ἱερεύς· Εἰρήνη σοι τῷ ἀναγινώσκοντι.
Ὁ Χορός· Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.
Στίχ. Σύ, Κύριε, φυλάξαις ἡμᾶς καὶ διατηρήσαις ἡμᾶς.
Ὁ Διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.
Ὁ Χορός· Καί τῷ πνεύματί σου.
Ὁ Ἱερεύς· Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ Ἀνάγνωσμα.
Ὁ Διάκονος· Πρόσχωμεν

Ὁ Ἱερεύς·

Τῷ καιρῷ ἐκείνῳ, γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ· ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον. Καί ὑστερήσαντος οἴνου, λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτὸν· Οἶνον οὐκ ἔχουσι. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα μου. Λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις· Ὅ,τι ἂν λέγῃ ὑμῖν, ποιήσατε. Ἦσαν δὲ ἐκεῖ ὑδρίαι λίθιναι ἓξ κείμεναι κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Γεμίσατε τὰς ὑδρίας ὕδατος. Καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω. Καὶ λέγει αὐτοῖς· Ἀντλήσατε νῦν καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ. Καί ἤνεγκαν. Ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον (καὶ οὐκ ᾔδει πόθεν ἐστίν· οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ) φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος καὶ λέγει αὐτῷ· Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησι, καὶ ὅταν μεθυσθῶσι, τότε τὸν ἐλάσσω· σὺ δὲ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι. Ταύτην ἐποίησε τὴν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.
Ὁ Χορός· Δόξα σοι, Κύριε, δόξα σοι.

Ἔπειτα λέγει ὁ Διάκονος·

Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς, καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.
Ὁ Χορός, μεθ᾿ ἑκάστην Δέησιν· Κύριε, ἐλέησον.
Ὁ Διάκονος· Κύριε Παντοκράτορ, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, δεόμεθά σου ἐπάκουσον, καὶ ἐλέησον.
Ἐλέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου· δεόμεθά σου ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγίειας καὶ σωτηρίας τῶν δούλων σου (τοῦ δεῖνος) καὶ (τῆς δεῖνος) καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ σοῦ πλούσιον ἔλεος.
Ὁ Ἱερεύς· Ὅτι ἐλεήμων, καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Χορός· Κύριε, ἐλέησον.

Ὁ Ἱερεὺς τὴν Εὐχὴν ταύτην·

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ ἐν τῇ σωτηριώδει σου οἰκονομίᾳ καταξιώσας ἐν Κανᾷ τῆς Γαλιλαίας τίμιον ἀναδεῖξαι τὸν γάμον διὰ τῆς σῆς παρουσίας· αὐτὸς καὶ νῦν τοὺς δούλους σου (τὸν δεῖνα) καὶ (τὴν δεῖνα), οὕς ηὐδόκησας συναφθῆναι ἀλλήλοις, ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ διαφύλαξον. Τίμιον αὐτοῖς τὸν γάμον ἀνάδειξον· ἀμίαντον αὐτῶν τὴν κοίτην διατήρησον· ἀκηλίδωτον αὐτῶν τὴν συμβίωσιν διαμεῖναι εὐδόκησον· καὶ καταξίωσον αὐτοὺς ἐν γήρει πίονι καταντῆσαι, ἐν καθαρᾷ τῇ καρδίᾳ ἐργαζομένους τὰς ἐντολάς σου. Σὺ γὰρ εἶ ὁ Θεὸς ἡμῶν, Θεὸς τοῦ ἐλεεῖν καὶ σῴζειν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καί ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Διάκονος· Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικήν, καὶ ἀναμάρτητον, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Ὁ Χορός· Παράσχου, Κύριε.
Ὁ Διάκονος· Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν, καὶ τῶν πλημμελημάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν, καὶ εἰρήνην τῷ κόσμῳ, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Τόν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν, ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Χριστινανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικὰ καὶ καλὴν ἀπολογίαν, τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ, αἰτησώμεθα.
Τήν ἑνότητα τῆς πίστεως, καὶ τὴν κοινωνίαν τοῦ Ἁγίου Πνεύματος αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὁ Χορός· Σοί, Κύριε.
Ὁ Ἱερεὺς ἐκφώνως· Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παῤῥησίας, ἀκατακρίτως, τολμᾶν ἐπικαλεῖσθαὶ σε τὸν ἐπουράνιον Θεὸν Πατέρα, καὶ λέγειν·
Καὶ λέγομεν τό· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς...
Ὁ Ἱερεύς· Ὅτι σοῦ ἐστιν...
Ὁ Χορός· Ἀμήν.
Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.
Ὁ Χορός· Καί τῷ πνεύματί σου.
Ὁ Διάκονος· Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Ὁ Χορός· Σοί, Κύριε.
Εἶτα προσφέρεται τὸ κοινὸν ποτήριον, καὶ εὐλογῶν αὐτὸ ὁ Ἱερεὺς λέγει τὴν Εὐχὴν ταύτην·
Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Χορός· Κύριε, ἐλέησον.

Ὁ Ἱερεύς·

Ὁ Θεός, ὁ πάντα ποιήσας τῇ ἰσχύϊ σου, καὶ στερεώσας τὴν οἰκουμένην, καὶ κοσμήσας τὸν στέφανον πάντων τῶν πεποιημένων ὑπὸ σοῦ, καὶ τὸ ποτήριον τὸ κοινὸν τοῦτο παρεχόμενος τοῖς συναφθεῖσι πρὸς γάμου κοινωνίαν, εὐλόγησον εὐλογίᾳ πνευματικῇ. Ὅτι ηὐλόγηταί σου τὸ ὄνομα, καὶ δεδόξασταί σου ἡ βασιλεία, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Εἶτα, λαβὼν ὁ Ἱερεὺς ἐπὶ χεῖρας τὸ κοινὸν ποτήριον, μεταδίδωσιν αὐτοῖς ἐκ γ´, πρῶτον τῷ ἀνδρί, καὶ αὖθις τῇ γυναικί, ψάλλων εἰς ἦχον α´·
Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.
Καὶ εὐθέως λαβὼν αὐτοὺς ὁ Ἱερεύς, στρέφει ὡς ἐν σχήματι κύκλου τρὶς περὶ τὸ ἐν τῷ μέσῳ τραπεζίδιον, τοῦ Παρανύμφου κρατοῦντος ὄπισθεν τοὺς στεφάνους, καὶ ψάλλει τὰ τροπάρια.

Ἦχος πλ. α´.

Ἡσαΐα χόρευε· ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν Υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον· Ἀνατολὴ ὄνομα αὐτῷ· ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν.

Ἦχος βαρύς.

Ἅγιοι Μάρτυρες, οἱ καλῶς ἀθλήσαντες καὶ στεφανωθέντες, προσβεύσατε πρὸς Κύριον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα σοι Χριστὲ ὁ Θεός, Ἀποστόλων καύχημα, Μαρτύρων ἀγαλλίαμα, ὧν τὸ κήρυγμα. Τριὰς ἡ ὁμοούσιος.
Εἶτα ὁ Ἱερεὺς ἐπαίρει τοὺς στεφάνους· καὶ ἐπάρας τὸν στέφανον τοῦ Νυμφίου, λέγει·
Μεγαλύνθητι, Νυμφίε, ὡς ὁ Ἀβραάμ, καὶ εὐλογήθητι ὡς ὁ Ἰσαάκ, καὶ πληθύνθητι ὡς ὁ Ἰακώβ, πορευόμενος ἐν εἰρήνῃ καὶ ἐργαζόμενος ἐν δικαιοσύνῃ τὰς ἐντολὰς τοῦ Θεοῦ.
Καὶ ἐπάρας τὸν στέφανον τῆς Νύμφης, λέγει·
Καὶ σύ, Νύμφη, μεγαλύνθητι ὡς ἡ Σάῤῥα, καὶ εὐφράνθητι ὡς ἡ Ῥεβέκκα, καὶ πληθύνθητι ὡς ἡ Ῥαχήλ, εὐφραινομένη τῷ ἰδίῳ ἀνδρί, φυλάττουσα τοὺς ὅρους τοῦ νόμου, ὅτι οὕτως ηὐδόκησεν ὁ Θεός.
Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Χορός· Κύριε, ἐλέησον.

Εἶτα λέγει ὁ Ἱερεὺς τὴν Εὐχήν·

Ὁ Θεὸς, ὁ Θεὸς ἡμῶν, ὁ παραγενόμενος ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ τὸν ἐκεῖσε γάμον εὐλογήσας, εὐλόγησον καὶ τοὺς δούλους σου τούτους, τοὺς τῇ σῇ προνοίᾳ πρὸς γάμου κοινωνίαν συναφθέντας. Εὐλόγησον αὐτῶν εἰσόδους καὶ ἐξόδους· πλήθυνον ἐν ἀγαθοῖς τὴν ζωὴν αὐτῶν· ἀνάλαβε (ἐνταῦθα ὁ Ἱερεὺς αἴρει τοὺς στεφάνους ἀπὸ τῶν κεφαλῶν τῶν Νυμφίων, καὶ τίθησιν αὐτοὺς ἐπὶ τῆς τραπέζης) τοὺς στεφάνους αὐτῶν ἐν τῇ Βασιλείᾳ σου, ἀσπίλους καὶ ἀμώμους καὶ ἀνεπιβουλεύτους διατηρῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορὸς· Ἀμήν.
Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.
Ὁ Χορός· Καί τῷ πνεύματί σου.
Ὁ Διάκονος· Τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.
Ὁ Χορός· Σοί, Κύριε.
Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Χορός· Κύριε, ἐλέησον.

Καὶ εὔχεται πάλιν ὁ Ἱερεύς·

Ὁ Πατήρ, ὁ Υἱός, καὶ τὸ Ἅγιον Πνεῦμα, ἡ παναγία καὶ ὁμοούσιος καὶ ζωαρχικὴ Τριὰς, ἡ μία Θεότης καὶ Βασιλεία, εὐλογήσαι ὑμᾶς, καὶ παράσχοι ὑμῖν μακροζωΐαν, εὐτεκνίαν, προκοπὴν βίου καὶ πίστεως, καὶ ἐμπλήσαι ὑμᾶς πάντων τῶν ἐπὶ γῆς ἀγαθῶν, ἀξιώσαι δὲ ὑμᾶς καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν τῆς ἀπολαύσεως, πρεσβείαις τῆς ἁγίας Θεοτὸκου, καὶ πάντων τῶν Ἁγίων.
Ὁ Χορός· Ἀμήν.
Εἶτα εἰσέρχονται καὶ εὔχονται αὐτοῖς καί ἀσπασαμένων ἀλλήλους, γίνεται παρὰ τοῦ Ἱερέως τελεία Ἀπόλυσις οὕτως·
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ὁ διὰ τῆς ἐν Κανᾷ ἐπιδημίας τίμιον ἀναδείξας τὸν γάμον, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου αὐτοῦ Μητρός, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων θεοστέπτων βασιλέων καὶ ἰσαποστόλων Κωνσταντίνου καὶ Ἑλένης, τοῦ ἁγίου μεγαλομάρτυρος Προκοπίου, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν...
Ὁ Χορός· Ἀμήν.

ΑΚΟΛΟΥΘΙΑ ΣΕ ΔΙΓΑΜΟ

Εἰσαγωγικό σημείωμα

Ἡ «Ἀκολουθία εἰς δίγαμον» ἀποτελεῖται κυριολεκτικά ἀπό ἀτόφια τμήματα τῶν δύο προηγούμενων Ἀκολουθιῶν· τοῦ ἀρραβώνα καί τοῦ στεφανώματος. Εἶναι, θά μπορούσαμε νά ποῦμε, οἱ δύο αὐτές Ἀκολουθίες ἑνωμένες σέ μία· εἶναι μιά ἑνιαία Ἀκολουθία πού περιλαμβάνει καί ἐπαναλαμβάνει αὐτολεξεί ὁλόκληρα μέρη ἀπό τίς δύο προηγούμενες Ἀκολουθίες, γεγονός πού μπορεῖ βέβαια νά διαπιστώσει κι ὁ κάθε ἀναγνώστης.
Διαφοροποιεῖται ἀπό τίς προηγούμενες Ἀκολουθίες σέ ὁρισμένα μόνο σημεῖα. Ἡ διαφοροποίηση αὐτή συνίσταται εἴτε στήν παράλειψη ὁρισμένων μερῶν εἴτε στήν προσθήκη νέων. Γιά τό λόγο αὐτό θά μᾶς ἀπασχολήσουν ἀπό τήν Ἀκολουθία αὐτή ὄχι τά σημεῖα πού εἶναι κοινά οὔτε βέβαια τά παραλειπόμενα, ἀφοῦ γιά ὅλα αὐτά ἔγινε λόγος στίς προηγούμενες Ἀκολουθίες, ἀλλά τά ἐντελῶς νέα στοιχεῖα. Τά στοιχεῖα αὐτά εἶναι κυρίως δύο Εὐχές μέ ἰδιαίτερο πράγματι περιεχόμενο καί ἐνδιαφέρον, ὅπως θά δοῦμε. Πρόκειται συγκεκριμένα γιά τίς δύο πρῶτες ἀπό τίς τρεῖς Εὐχές πού στήν ὅλη Ἀκολουθία εἰς δίγαμον καταλαμβάνουν θέση ἀνάμεσα στό «Ἀρραβωνίζεται ὁ δοῦλος τοῦ Θεοῦ» καί στό «Στέφεται ὁ δοῦλος τοῦ Θεοῦ», ἀνάμεσα στόν κυρίως ἀρραβώνα καί τό στεφάνωμα δηλαδή.
Ἀκριβῶς τό περιεχόμενο τῶν δύο αὐτῶν εὐχῶν, πού ἀποτελοῦν κατά κάποιο τρόπο τήν εἰδοποιό διαφορά αὐτῆς τῆς Ἀκολουθίας σέ σχέση μέ ἐκείνη τοῦ γάμου, θά μᾶς ἀπασχολήσει στή συνέχεια. Γιά τίς ἄλλες μικροδιαφορές, ὅπως γιά τό τμῆμα τῆς Ἀκολουθίας πού καταλαμβάνει θέση μετά τό «Εὐλογητός ὁ Θεός» καί πρίν ἀπό τή Συναπτή, γιά
τίς δύο ἐπιπλέον διαφορετικές δεήσεις τῆς Συναπτῆς (τέταρτη καί πέμπτη στή σειρά) καί τή μία ἐπιπλέον δέηση τῆς Ἐκτενοῦς («Χριστιανά τά τέλη...») δέ θά κάνουμε ἰδιαίτερο λόγο.
Τέλος σχετικά μέ τά διαλαμβανόμενα στά «Κεφάλαια περί διγάμων», γιά τό ἄν δηλαδή ἡ Ἐκκλησία πρέπει ἤ ὄχι νά στεφανώνει αὐτούς πού ἔρχονται γιά δεύτερη ἤ τρίτη φορά «εἰς γάμου κοινωνίαν», γιά τά ἐπιτίμια (στέρηση π.χ. τῆς θείας Κοινωνίας γιά κάμποσο χρονικό διάστημα) πού προβλέπονται γι᾿ αὐτούς καί πῶς γενικά ὅλα αὐτά ἐξηγοῦνται βλ. παρακάτω στό ἐκτενές σχόλιο ἀριθ. 11 τῆς Ἀκολουθίας εἰς δίγαμον.

Εὐχή (πρώτη)

Δέσποτα Κύριε, ὁ Θεός μας, Σύ πού φροντίζεις γιά τή συντήρηση καί διαφύλαξη πάντων, καί προκαταβολικά μεριμνᾶς γιά ὅλα. Σύ πού γνωρίζεις τίς ἀπόκρυφες σκέψεις τῶν ἀνθρώπων, καί ὡς παντογνώστης γνωρίζεις τά πάντα, γίνε σπλαχνικός γιά τίς ἁμαρτίες μας καί συγχώρησε τά ἀνομήματα τῶν ἱκετῶν σου, αὐτῶν δηλαδή πού θερμά σέ παρακαλοῦν, καλώντας τους σέ μετάνοια· παρέχοντάς τους συγνώμη γιά τά παραπτώματά τους, συγχώρηση τῶν ἁμαρτιῶν, ἄφεση τῶν ἀνομιῶν πού διέπραξαν μέ τή θέληση ἤ χωρίς τή θέλησή τους. Σύ πού γνωρίζεις τήν ἀδυναμία τῆς ἀνθρώπινης φύσης, ὁ πλάστης καί δημιουργός, Σύ πού συγχώρησες τήν πόρνη Ραάβ1, καί εὐχαρίστως δέχτηκες τή μετάνοια τοῦ Τελώνη2, μή δώσεις προσοχή στά ἁμαρτήματά μας πού ἀπό ἄγνοια διαπράξαμε ἀπό τά νεανικά μας χρόνια3· διότι ἐάν ἐξετάσεις καί προσέξεις τά ἀνομήματά μας, Κύριε, Κύριε, ποιός θά μπορέσει νά ἀντιταχθεῖ σέ σένα καί νά ὑπομείνει τόν ἔλεγχό σου4 ἤ ποιά ἀνθρώπινη ὕπαρξη θά μπορέσει νά δικαιωθεῖ ἐνώπιόν σου; Γιατί Ἐσύ μόνο εἶσαι δίκαιος, ἀναμάρτητος, ἅγιος, πολυέλεος, πολύ σπλαχνικός, καί μεταβάλλεις γνώμη γιά τίς κακίες τῶν ἀνθρώπων5· Σύ, Δέσποτα, ἀφοῦ θεωρήσεις δικούς σου φίλους τούς δούλους σου (τάδε) καί (τάδε) ἕνωσέ τους μέ τήν ἀγάπη πού πρέπει νά ἔχουν ὁ ἕνας πρός τόν ἄλλο· δώρησέ τους τήν ἐπιστροφή καί μετά
νοια τοῦ Τελώνη, τά δάκρυα τῆς πόρνης6, τήν ἐξομολόγηση τοῦ ληστῆ7· γιά νά μπορέσουν ἔτσι, μέ τήν εἰλικρινή τους μετάνοια πού θά γίνει μ᾿ ὅλη τους τήν καρδιά, τηρώντας μέ ὁμόνοια καί εἰρήνη τίς ἐντολές σου, νά κριθοῦν ἄξιοι καί τῆς ἐπουράνιας Βασιλείας σου. Διότι ἐσύ εἶσαι ὁ οἰκονόμος πάντων, αὐτός δηλαδή πού κυβερνᾶς καί διαχειρίζεσαι καί παρέχεις τά πάντα, καί σ᾿ ἐσένα ἀναπέμπουμε τή δόξα, στόν Πατέρα καί τόν Υἱό καί τό Ἅγιο Πνεῦμα, τώρα καί πάντοτε καί στούς ἀτελεύτητους αἰῶνες.

Εὐχή (δεύτερη)

Κύριε, Ἰησοῦ Χριστέ, Λόγε τοῦ Θεοῦ, Σύ πού ὑψώθηκες πάνω στόν τίμιο καί ζωοποιό Σταυρό, καί μέ τόν τρόπο αὐτό ἔσχισες το χειρόγραφο τό χρεωστικό πού μᾶς βάρυνε, καί μᾶς γλίτωσες ἔτσι ἀπό τήν καταδυνάστευση τοῦ διαβόλου8, συγχώρησε τίς ἀνομίες τῶν δούλων σου· διότι μή μπορώντας νά ὑποφέρουν τόν καύσωνα καί τό βάρος (πίεση) τῆς ἡμέρας, καί τήν πύρωση (φλόγωση) τῆς σάρκας ἑνώνονται γιά δεύτερη φορά μέ τό δεσμό τοῦ γάμου, καθώς Ἐσύ νομοθέτησες μέ τό σκεῦος τῆς ἐκλογῆς σου, μέ τόν ἀπόστολο Παῦλο δηλαδή, ὅταν εἶπες γιά μᾶς τούς ταπεινούς ἐκεῖνο τό «εἶναι προτιμότερο νά ἔρχεται κανείς σέ κοινωνία γάμου σύμφωνα μέ τό θέλημα τοῦ Κυρίου παρά νά καίγεται ἀπό τή φλόγα τῆς ἐπιθυμίας»9. Σύ ὁ ἴδιος, ὡς ἀγαθός καί φιλάνθρωπος, ἐλέησέ μας καί συγχώρησέ μας, σπλαχνίσου μας, γίνε ἐπιεικής, δῶσε μας ἄφεση τῶν ἁμαρτημάτων μας, διότι ἐσύ εἶσαι ἐκεῖνος πού σήκωσες στούς ὤμους σου τίς δικές μας ἀσθένειες καί ἀδυναμίες· γιατί κανένας δέν εἶναι ἀναμάρτητος, οὔτε κι ἄν ἀκόμη μιά ἡμέρα μόνο διαρκέσει ἡ ζωή του, ἤ χωρίς λεκέ (καθαρός, ἀκηλίδωτος), παρά μόνο ἐσύ10 πού φόρεσες τήν ἀνθρώπινη σάρκα (ἔγινες ἄνθρωπος) χωρίς νά ἁμαρτήσεις, καί χάρισες σ᾿ ἐμᾶς τούς ἀνθρώπους τήν αἰώνια ἀπάθεια (ἀταραξία, μακαριότητα). Καί σέ παρακαλοῦμε γιά ὅλα αὐτά, διότι ἐσύ εἶσαι ὁ Θεός, Θεός αὐτῶν πού μετανοοῦν γιά τά σφάλματά τους, καί σ᾿ Ἐσένα ἀναπέμπουμε τή δόξα, στόν Πατέρα καί τόν Υἱό καί τό Ἅγιο Πνεῦμα, τώρα καί πάντοτε καί στούς ἀτέλεύτητους αἰῶνες11.

ΑΚΟΛΟΥΘΙΑ ΕΠΙ ΕΠΑΝΑΣΥΣΤΑΣΕΙ ΓΑΜΟΥ ΔΙΑΖΕΥΧΘΕΝΤΩΝ

Ὁ Διάκονος· Εὐλόγησον, Δέσποτα.
Ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν...
Εἶτα τοὺς ἀκολούθους στίχους, μεθ᾿ ἕκαστον τῶν ὁποίων ὁ Χορὸς ψάλλει·
Δόξα σοι, Κύριε, δόξα σοι.
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ὅτι μέγας καὶ φοβερὸς ὁ Θεὸς ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ.
Εἰς τὸν αἰῶνα φυλάξει Κύριος τὸ ἔλεος αὐτοῦ καὶ ἡ διαθήκη αὐτοῦ πιστή.
Δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ· ἡ γὰρ χεὶρ Κυρίου συναντιλήψεται αὐτῷ, καὶ ὁ βραχίων αὐτοῦ κατισχύσει αὐτόν.
Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου· οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου.
Εὐλογήσαι σε Κύριος ἐκ Σιὼν καὶ ἴδοις τὰ ἀγαθὰ Ἱερουσαλὴμ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου.
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
Ὁ Διάκονος· Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης, καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῶν ἐπανασυναπτομένων γάμῳ δούλων τοῦ Θεοῦ (τοῦ δεῖνος) καὶ (τῆς δεῖνος) καὶ τοῦ δωρηθῆναι αὐτοῖς βίον ἀλοιδόρητον, πολιτείαν ἄμεμπτον καὶ διαγωγὴν ἀκατάγνωστον, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ δωρηθῆναι αὐτοῖς συμβίωσιν ἐν ὁμονοίᾳ καὶ ἀγάπῃ, προκοπὴν ἐν ἔργοις ἀγαθοῖς καὶ ἡμερῶν μακρότητα, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ῥυσθῆναι αὐτούς τε καὶ ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὁ Ἱερεύς· Ὅτι πρέπει σοι πᾶσα δόξα...
Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Ἱερεὺς τὴν Εὐχήν·

Δέσποτα φιλάνθρωπε, Βασιλεῦ τῶν αἰώνων καὶ Δημιουργὲ τῶν ἁπάντων, ὁ τὸ μεσότοιχον τῆς ἔχθρας καταλύσας καὶ εἰρήνην τῷ γένει τῶν ἀνθρώπων δωρησάμενος, σοῦ δεόμεθα καὶ σὲ παρακαλοῦμεν, ἔπιδε ἐπὶ τοὺς δούλους σου (τὸν δεῖνα) καὶ (τὴν δεῖνα) καὶ ἐπίχεε ἐπ᾿ αὐτοὺς τὴν εὐλογίαν σου. Ἐπανάγαγε τὴν διαταραχθεῖσαν εἰρήνην καὶ ἐμφύτευσον εἰς τὰς καρδίας αὐτῶν τὴν πρὸς ἀλλήλους ἀγάπην. Ἐπιδαψίλευσον αὐτοῖς γαλήνην πνευματικὴν καὶ πολιτείαν ἀνεπιβούλευτον, ἵνα, ἐν ψυχικῇ διατελοῦντες γαλήνῃ, ἀπολαύωσι τῶν οἰκείων ἀγαθῶν καὶ δοξάζωσί σε τὸν μόνον τῆς ἀγάπης Θεὸν καὶ πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶθ᾿ οὕτως ἡ συνήθης Ἀπόλυσις.

Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι. Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου ἐνδόξου προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τοῦ ἁγίου ἐνδόξου μεγαλομάρτυρος Προκοπίου, τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν...

Δεν υπάρχουν σχόλια: